První obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině) - RodonVzrůst mravnosti a morálky je nezbytnou podmínkou rozvoje společnosti.
Teoretické stati a publikace » Jan Damašský » První obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině)
Τοῦ ἐν ἀγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος ἀπολογητικὸς πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας
(1,1.) Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ’ ἐπειδὴ πάντα καλὰἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ὅἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶἡ τῆς ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν· «Ἐὰν ὑποστείλῃ, οὐκ εὐδοκεῖἐν σοὶἡ ψυχή μου», καὶ«ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴἀναγγείλῃς τῷἀδελφῷ σου, ἐκ σοῦἐκζητήσω τὸ αἷμα αὐτοῦ.» Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν ἐλήλυθα οὐ βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς· «ἐλάλουν γάρ,»ἤκουσα τοῦ θεοπάτορος λέγοντος Δαυίδ, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην», ἀλλὰ μᾶλλον καὶ μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος. Δεινὸν γὰρ βασιλέως λόγος πρὸς ὑπαγωγὴν τῶν ὑπηκόων· ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν κατωλιγώρησαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον οἴδασιν ἄνωθεν, καὶὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων.
(1,2.) Πρῶτον μὲν οὖν ἁπάντων οἷόν τινα τρόπιν ἢ θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας συντήρησιν, δι’ ἧς ἡ σωτηρία προσγίνεσθαι πέφυκε, τοῦ λόγου τὴν βαλβίδα ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον τῆς ἀφετηρίας παρώρμησα. Δεινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ τὰ πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν ἐπίμωμον ἐν μέσῳ προσώπου λίαν ὡραϊσμένου φέρουσαν, τῷἀπόσῳ τοῦ παρεγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην· οὐ γὰρ μικρὸν τὸ μικρόν, ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν κεκρατηκυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατεγνωσμένων τῶν προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι τὴν πίστιν.
(1,3.) Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντοκράτορα κύριον, ᾧ γυμνὰ πάντα καὶ τετραχηλισμένα, πρὸς ὃν ἡμῖν ὁ λόγος, εἰδότα τῆς ταπεινῆς μου γνώμης ἐν τούτῳ τὸἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ εἰλικρινές, δοῦναί μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξασθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰἢἀναφανδὸν ἀριστερὰ γνωριζόμενα, – μεθ’ ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸἔθνος τὸἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦἱεραρχίαν ἐν ἑαυτῷὑπογράφοντι, δέξασθαί μου τὸν λόγον μετ’ εὐμενείας, μὴ τῷἐλαχίστῳ τῆς ἀξίας προσέχοντας ἢ λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις ὁ πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως («οὐ γὰρ ἐν λόγῳἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει»)· οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ ἀληθείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως. Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι.
(1,4.) Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ«κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ«οὐκ ἔσονταί σοι θεοὶἕτεροι», καὶ«οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷἄνω καὶὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ«θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον,ἀνώλεθρονκαὶἀθάνατον, αἰώνιονκαὶἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷἁγίῳ πνεύματι, ἑνὶ θεῷ. Οὐ προσκυνῶ τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλὰπροσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ’ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἐπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ’ ὡς τέταρτον πρόσωπον (ἄπαγε)ἀλλ’ ὡς ὁμόθεον χρηματίσασαν καὶγενομένην, ὅπερτὸχρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ’ ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως γέγονε μείνας, ὅπερ ἦν, οὕτω καὶἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ’, ὅπερ ἐστί, ταυτιζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ’ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ’ ὡς ὁρατὸν δι’ ἡμᾶς γενόμενον μεθέξει σαρκός τε καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ’ εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα. Εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸἄυλον;
(1,5.) Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ«οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶὅσα ἐν τῇ γῇ.»Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδάξας ὑμᾶς διδαξάτω καὶ τὸἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει ὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων· «Καὶἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶὁμοίωμα οὐκ εἴδετε, ἀλλ’ ἢ φωνήν», καὶ μετ’ ὀλίγα «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰἑξῆς, καὶ μετὰ βραχέα «μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.»
(1,6.) Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ’ ἢ μόνῳ τῷ δημιουργῷ. Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν· πάλιν γάρ φησιν· «Οὐκ ἔσονταί σοι θεοὶἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐτοῖς οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν «τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷἑτέρῳ», καὶ μετ’ ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.»
(1,7.) Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονογραφίαν καὶὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶἀπερίγραπτον καὶἀόρατον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε», καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦἈρείου πάγου φησίν· «Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳἢἀργυρίῳἢ λίθῳ, χαράγματι τέχνης καὶἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.»
(1,8.) Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ τοῦ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκόνι περιγραφόμενον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς εἰκονισθήσεται τὸἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸἄποσον καὶἀμέγεθες καὶἀόριστον; Πῶς ποιωθήσεται τὸ ἀνείδεον; Πῶς χρωματουργηθήσεται τὸἀσώματον; Τί οὖν τὸ αἰνιγματικῶς μηνυόμενον; Δῆλον ὡς, ὅταν ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε δράσεις τῆς ἀνθρωπίνης μορφῆς τὸἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ
ὁἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦὁραθέντος ὁμοίωμα· ὅτε ὁἀσώματος καὶἀσχημάτιστος ἄποσός τε καὶ ἀπήλικος καὶἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ὁἐν μορφῇ θεοῦὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττε καὶἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον. Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ σύμβολα φύσεως δι’ ἐνεργείας σαρκὸς ἐνεργείᾳ θείᾳ πραττόμενα, τὸν σταυρὸν τὸν σωτήριον, τὴν ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασι. Μὴ φοβοῦ, μὴ δέδιθι· οἶδα διαφορὰν προσκυνήσεων. Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ, ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον ὠνήσατο, ἀνδράσιν ἀσεβέσι καὶἀγνωσίαν νοσοῦσι θεοῦ. Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷἀδελφῷ καὶ Φαραὼἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶἐπὶ τὸἄκρον τῆς ῥάβδου προσεκύνησε· προσεκύνησαν μέν, ἀλλ’ οὐκ ἐλάτρευσαν. Προσεκύνησαν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ’ οὐκ ἐλάτρευσαν. Ἕτερον γάρ ἐστιν ἡ τῆς λατρείας προσκύνησις καὶἕτερον ἡἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα ὑπερέχουσιν.
(1,9.) Ἀλλ’ ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος καὶ προσκυνήσεως, φέρε τὸν περὶ τούτων λόγον διευκρινήσωμεν. Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα χαρακτηρίζον τὸ πρωτότυπον μετὰ τοῦ καί τινα διαφορὰν ἔχειν πρὸς αὐτό· οὐ γὰρ κατὰ πάντα ἡ εἰκὼν ὁμοιοῦται πρὸς τὸἀρχέτυπον. Εἰκὼν τοίνυν ζῶσα, φυσικὴ καὶἀπαράλλακτος τοῦἀοράτου θεοῦὁ υἱὸς ὅλον ἐν ἑαυτῷ φέρων τὸν πατέρα, κατὰ πάντα ἔχων τὴν πρὸς αὐτὸν ταυτότητα, μόνῳ δὲ διαφέρων τῷ αἰτιατῷ. Αἴτιον μὲν γὰρ φυσικὸν ὁ πατήρ, αἰτιατὸν δὲὁ υἱός· οὐ γὰρ πατὴρ ἐξ υἱοῦ, ἀλλὰ υἱὸς ἐκ πατρός. Ἐξ αὐτοῦ γάρ, εἰ καὶ μὴ μετ’ αὐτὸν ἔχει τὸ εἶναι, ὅπερ ἐστὶν ὁ γεννήσας πατήρ.
(1,10.) Εἰσὶ δὲ καὶἐν τῷ θεῷ εἰκόνες καὶ παραδείγματα τῶν ὑπ’ αὐτοῦἐσομένων, τουτέστιν ἡ βουλὴ αὐτοῦἡ προαιώνιος καὶἀεὶὡσαύτως ἔχουσα. Ἄτρεπτον γὰρ τὸ θεῖον κατὰ πάντα, καὶ οὐκ ἔστιν ἐν αὐτῷ μεταβολὴἢ τροπῆς ἀποσκίασμα. Ταύταςτὰς εἰκόνας καὶ τὰ παραδείγματα προορισμούς φησιν ὁἅγιος Διονύσιος ὁ πολὺς τὰ θεῖα καὶ μετὰ θεοῦ τὰ περὶ θεοῦ διασκεψάμενος. Ἐν γὰρ τῇ βουλῇ αὐτοῦἐχαρακτηρίζετο καὶ εἰκονίζετο πάντα τὰὑπ’ αὐτοῦ προωρισμένα καὶἀπαραβάτως ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ὥσπερ, εἴ τις βούλοιτο οἰκοδομῆσαι οἶκον, ἀνατυποῖ καὶ εἰκονίζει πρῶτον τὸ σχῆμα κατὰ διάνοιαν.
(1,11.) Εἶτα πάλιν εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ ἀτυπώτων, σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν. Καὶ γὰρ ἡ θεία γραφὴ τύπους θεῷ καὶ ἀγγέλοις περιτίθησι καὶ τὴν αἰτίαν διδάσκων ὁ αὐτὸς θεῖος ἀνήρ φησιν, ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ’ ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος πάντοθεν τὸἀνατατικὸν ἡμῖν ποριζόμενος καὶ τοῖς ἁπλοῖς καὶἀτυπώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαιμὴ δυνάμενα; Διὰ γὰρ τῆς αἰσθήσεως φαντασία τις συνίσταται ἐν τῇἐμπροσθίῳ κοιλίᾳ τοῦἐγκεφάλου καὶ οὕτω τῷ κριτικῷ παραπέμπεται καὶ τῇ μνήμῃ ἐνθησαυρίζεται. Φησὶ γοῦν καὶὁ θεορρήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ· ἀλλὰ καὶ«τὰἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.»Ὁρῶμεν γὰρ εἰκόνας ἐν τοῖς κτίσμασι μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις· ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα, τὴν ὑπεράρχιον, εἰκονίζεσθαι δι’ ἡλίου καὶ φωτὸς καὶἀκτῖνος· ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς· ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ’ ἡμᾶς· ἢῥόδου φυτοῦ καὶἄνθους καὶ εὐωδίας.
(1,12.) Πάλιν εἰκὼν λέγεται τῶν ἐσομένων αἰνιγματωδῶς σκιαγραφοῦσα τὰ μέλλοντα, ὡς ἡ κιβωτὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καὶἡῥάβδος καὶἡ στάμνος, καὶὡς ὁὄφις τὸν τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντα τοῦ ἀρχεκάκου ὄφεως, ἥ τε θάλασσα, τὸὕδωρ καὶἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα.
(1,13.) Πάλιν εἰκὼν λέγεται τῶν γεγονότων ἢ κατά τινος θαύματος μνήμην ἢ τιμῆς ἢ αἰσχύνης ἢἀρετῆς ἢ κακίας πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φεύγωμεν, τὰς δὲἀρετὰς ζηλώσωμεν. Διπλῆ δὲ αὕτη διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε, καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων καὶ τὰς ἀρετὰς διαγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶἀντινομοθέτει τῷ ταύτας προστάξαντι γενέσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον. Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρόπους εἴπωμεν καὶ περὶ προσκυνήσεως.
(1,14.) Ἡ προσκύνησις ὑποπτώσεως καὶ τιμῆς ἐστι σύμβολον. Καὶ ταύτης δὲ διαφόρους ἔγνωμεν τρόπους· Πρώτην τὴν κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ. Ἔπειτα τὴν διὰ τὸν φύσει προσκυνητὸν θεὸν προσαγομένην τοῖς αὐτοῦ φίλοις τε καὶ θεράπουσιν, ὡς τῷἀγγέλῳἸησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ προσεκύνησαν, ἢ τοῖς θεοῦ τόποις, ὥς φησιν ὁ Δαυίδ· «Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗἔστησαν οἱ πόδες αὐτοῦ», ἢ τοῖς αὐτοῦἀναθήμασιν, ὡς ἅπας Ἰσραὴλ τῇ σκηνῇ προσεκύνει καὶ τῷ ἐν Ἱερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες καὶ πρὸς αὐτὸν ἁπανταχόθεν προσκυνοῦντες εἰσέτι καὶ νῦν, ἢ τοῖς ὑπ’ αὐτοῦ χειροτονηθεῖσιν ἄρχουσιν, ὡς Ἰακὼβ τῷ τε Ἠσαῦὡς προγενεστέρῳἀδελφῷὑπὸ θεοῦ γενομένῳ καὶ Φαραὼὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι καὶ τῷἸωσὴφ οἱ αὐτοῦἀδελφοί. Οἶδα καὶ κατὰ τιμὴν τὴν πρὸς ἀλλήλους προσαγομένην προσκύνησιν ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ. Ἢ τοίνυν πᾶσαν προσκύνησιν ἄνελε ἢ πάσας δέχου μετὰ τοῦὀφείλοντος λόγου καὶ τρόπου.
(1,15.) Λέγε μοι ἐρωτῶντι· Εἷς θεὸς ὁ θεός; Ναί, φήσεις, ὡς ἔμοιγε δοκεῖ, εἷς νομοθέτης. Τί οὖν νομοθετεῖ τὰἐναντία; Οὐ γὰρ ἔξω τῆς κτίσεως τὰ χερουβίμ. Τί οὖν προστάττει χερουβὶμ γλυπτὰἀνθρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸἱλαστήριον; Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανον ἤ τινος ὡς θεοῦ, ἵνα μὴὡς θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις. Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προστάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸἱλαστήριον· ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουργῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι. Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸἱλαστήριον; Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ ἡ σκηνὴἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶὑπόδειγμα; Φησὶ τοιγαροῦν ὁ θεῖος ἀπόστολος περὶ τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών· «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷὄρει.»Ἀλλ’ οὐδὲ εἰκὼν ἦν ὁ νόμος, ἀλλ’ εἰκόνος προσκίασμα· φησὶ γοῦν ὁ αὐτὸς ἀπόστολος· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Εἰ οὖν ὁ νόμος εἰκόνας ἀπαγορεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν; Εἰἡ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογραφεῖν ὁ νόμος διακελεύεται; Ἀλλ’ οὐκ ἔστιν οὕτω ταῦτα, οὐκ ἔστι· «καιρὸς» δὲ μᾶλλον «τῷ παντὶ πράγματι.»
(1,16.) Πάλαι μὲν ὁ θεὸς ὁἀσώματός τε καὶἀσχημάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶὀφθέντος θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκονίζω θεοῦ τὸὁρώμενον. Οὐ προσκυνῶ τῇὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι’ ἐμὲ γενόμενον καὶἐν ὕλῃ κατοικῆσαι καταδεξάμενον καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον, καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι’ ἧς ἡ σωτηρία μου εἴργασται. Σέβω δὲ οὐχ ὡς θεόν – ἄπαγε· πῶς γὰρ τὸἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός; – εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος. Τὴν δέ γε λοιπὴν ὕλην σέβω καὶ δι’ αἰδοῦς ἄγω, δι’ ἧς ἡ σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἢ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιον καὶ τρισμακάριστον; Ἢ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος; Ἢ οὐχ ὕλη ἡ φερέσβιος πέτρα καὶ ζωηφόρος, ὁ τάφος ὁἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἢ οὐχ ὕλη τὸ μέλαν καὶἡ τῶν εὐαγγελίων παναγία βίβλος; Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἢ οὐχ ὕλη ὁ χρυσός τε καὶὁἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται; Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Μὴ κάκιζε τὴν ὕλην· οὐ γὰρ ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ θεοῦ γεγένηται· τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα. Μόνον δὲἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ’ ἡμέτερόν ἐστιν εὕρεμα τῇἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳἐκκλίσει τε καὶῥοπῇ τοῦ θελήματος, τουτέστιν ἡἁμαρτία. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀτιμάζεις καὶἀπαγορεύεις ὡς ἐξ ὕλης κατεσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή· «Καὶἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· Ἰδοὺἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦὈρεὶ τὸν τοῦὫρ ἐκ φυλῆς Ἰούδα. Καὶἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶἐπιστήμης ἐν παντὶἔργῳ διανοεῖσθαι καὶἀρχιτεκτονεῖν καὶἐργάζεσθαι χρυσίον καὶἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα· καὶἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦἈχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα.» καὶ πάλιν «εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἠκούσατε τοῦτο τὸῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ. Πᾶς καταδεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ
ξύλα ἄσηπτα καὶἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. Καὶ πᾶς σοφὸς καρδίᾳἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν», καὶ τὰἑξῆς, καὶ μεθ’ ἕτερα «καὶἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα σφραγῖδος», καὶ πάλιν «οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς», καὶ αὖθις «καὶἐποίησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ πάλιν «καὶἐποίησαν τὸἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ’ ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Καὶ οὐ χρώματα τὸ κόκκινον καὶἡ πορφύρα καὶἡὑάκινθος; Ἰδοὺ δὴ καὶὁμοίωμα χερουβίμ. Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι· ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει. Ἀλλ’ ἴστε, «ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε.» Οὐχ ἑώρα θεὸν ὁἸσραὴλ ὁ πάλαι,
«ἡμεῖς δὲἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα.»
(1,17.) Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων (πρώτη γὰρ αἰσθήσεων ὅρασις)ὥσπερ καὶ τοῖς λόγοις τὴν ἀκοήν· ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών. Καὶὅπερ τοῖς γράμματα μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμμάτοις ἡ εἰκών· καὶὅπερ τῇἀκοῇὁ λόγος, τοῦτο τῇὁράσει ἡ εἰκών· νοητῶς δὲ αὐτῷἑνούμεθα. Διὰ τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπόμνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελλόντων. Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸς ἃ βλέποντες τῷ δι’ αὐτῶν ἐνεργήσαντι θεῷ προσέφερον τὴν προσκύνησιν καὶ τὴν λατρείαν. Δῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι’ αὐτῶν εἰς ὑπόμνησιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες. Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ’ ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι.
(1,18.) Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆναι ἐκ τοῦἸορδάνου καὶ τὴν αἰτίαν προστίθησι· φησὶ γάρ· «Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸὕδωρ τοῦἸορδάνου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ πᾶς ὁ λαός.» Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦἡμῶν πάθη καὶ θαύματα, ἵν’, ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι’ αὐτοῦ οὐχ ὁἸσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ’ ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι’ οὗἡ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ.
(1,19.) Ἀλλὰ ναί φησι· Ποίει Χριστοῦ τὸ εἰκόνισμα καὶἀρκέσθητι ἢ καὶ τῆς τούτου μητρὸς τῆς θεοτόκου. Ὢ τῆς ἀτοπίας. Ἐχθρὸν ἑαυτὸν διαρρήδην τῶν ἁγίων καθωμολόγησας· εἰ γὰρ Χριστοῦ μὲν εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν, ὅπερ οὐδεὶς τῶν ἀπ’ αἰῶνος ἐτόλμησε ποιῆσαι ἢ ἐγχειρῆσαι τοιούτῳ τολμήματι. Τοῦ γὰρ Χριστοῦὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξάστων δηλαδὴἀποπτύεις τὸἐξεικόνισμα καὶ ψευδῆ τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς. «Ζῶ γὰρ ἐγώ,» λέγει κύριος, «καὶ τοὺς δοξάζοντάς με δοξάσω», καὶ ὁ θεῖος ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.» καὶ«εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ’ ἦ κατὰ τῶν ἁγίων. Φησὶ γοῦν Ἰωάννης ὁ θεόλογος καὶἐπιστήθιος, «ὅτι ὅμοιοι αὐτῷἐσόμεθα.»Ὥσπερ γὰρ τῷ πυρὶἑνούμενος ὁ σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς γίνεται. Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ τοῦ θεοῦ· ἐκείνη γὰρ τῇ καθ’ ὑπόστασιν ἑνώσει καὶ μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν, οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦὥσπερ τῶν προφητῶν ἕκαστος, παρουσίᾳ δὲὅλου τοῦ χρίοντος. Ὅτι δὲ τῇ θεώσει θεοὶ καὶ οἱἅγιοι, «ὁ θεός», φησίν, «ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ», ὅταν ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς ἑρμηνεύων φησὶν ὁ θεολόγος Γρηγόριος. [ΟἱγὰρἅγιοικαὶζῶντεςπεπληρωμένοιἦσανΠνεύματοςἁγίου, καὶτελευτησάντωναὐτῶν, ἡχάριςτοῦἁγίουΠνεύματοςἀνεκφοιτήτωςἔνεστικαὶταῖςψυχαῖς, καὶτοῖςσώμασινἐντοῖςτάφοις, καὶτοῖςχαρακτῆρσι, καὶταῖςἁγίαιςεἰκόσιναὐτῶν, οὐκατ' οὐσίαν, ἀλλὰχάριτικαὶἐνεργείᾳ.]
(1,20.) Τῷ Δαυὶδ ἐπηγγείλατο ὁ θεὸς οἰκοδομῆσαι αὐτῷ ναὸν διὰ τοῦἰδίου υἱοῦ Σολομῶντος καὶ κατασκευάσαι οἶκον ἀναπαύσεως. Τοῦτον Σολομὼν ᾠκοδόμησε καὶἐποίησε χερουβίμ, ὥς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷἐσωτέρῳ καὶ τῷἐξωτέρῳ – οὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ«κύκλῳ» – ἀλλὰ καὶ βόας καὶ λέοντας καὶῥοΐσκους. Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονίσμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦὁ διαγορεύων νόμος· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα;»Ἀλλ’ ὁ σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματα – τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος – οὐδ’ ἡμεῖς θεὸν εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα. Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο ὅ τε ναὸς καὶὁ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χριστοῦ αἵματι «τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου» καὶἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος,
ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷἡἐκκλησία ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶἐκτυπώμασιν ἀλόγων ὁ τοῦ θεοῦ οἶκος κατεκοσμεῖτο, νῦν δὲ ἁγίων τῶν ναοὺς ἐμψύχους καὶ λογικοὺς ἑαυτοὺς εἰς κατοικητήριον θεοῦ ζῶντος ἐν πνεύματι κατεσκευακότων.
(1,21=2,15.) Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος· στρατὸς γὰρ τοῦ κυρίου οἱἅγιοι. Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύματος ὁἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ κύριον. Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω. Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι γένωνται οἱ φίλοι Χριστοῦ; «Οὐ λέγω ὑμᾶς δούλους», φησὶν ὁ θεός, «ὑμεῖς φίλοι μού ἐστε.» Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς; Ὢ θρασείας χειρός. Ὢ τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦἀντιπραττούσης προστάγμασιν. Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος.
(1,21.) Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μητρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐτῶν προεκχέαντος καὶ τῶν κατ’ ἴχνος αὐτοῦ πολιτευσαμένων. Τούτων τὰς ἀριστείας καὶ τὰ πάθη ἀναγράπτους καθίστημι ὡς δι’ αὐτῶν ἁγιαζόμενος καὶ πρὸς ζῆλον μιμήσεως ἀλειφόμενος. Καὶ ταῦτα δι’ αἰδοῦς ἄγω καὶ προσκυνήσεως· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει», φησὶν ὁ θεῖος Βασίλειος. Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ τούτων ἔγειρε τρόπαια. Οὐκ ἠγείρετο πάλαι ναὸς ἐπ’ ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων ἐπ’ ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων ὁ θάνατος, ἀλλ’ ἐπενθεῖτο, καὶὁἁπτόμενος νεκροῦἀκάθαρτος ἐλογίζετο, καὶ Μωσέως αὐτοῦ. Νῦν δὲ τῶν ἁγίων ἑορτάζεται τὰ μνημόσυνα· ἐπενθήθη ὁ νεκρὸς τοῦἸακώβ, ἀλλ’ ὁ Στεφάνου πανηγυρίζεται θάνατος. Ἢ τοίνυν καὶ τὰς πανηγυρικὰς μνήμας τῶν ἁγίων ἄνελε παρὰ τὸν παλαιὸν νόμον ἀγομένας ἢ καὶ τὰς εἰκόνας παρὰ τὸν νόμον, ὡς σὺ φής, οὔσας συγχώρησον. Ἀλλ’ ἀμήχανον μὴἑορτάζειν τὰ τῶν ἁγίων μνημόσυνα· ὁ γὰρ τῶν ἁγίων ἀποστόλων καὶ θεοφόρων πατέρων χορὸς ταῦτα προστάττει γίνεσθαι. Ἀφ’ οὗ γὰρ ὁ θεὸς λόγος σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ ἀσυγχύτως ἐκράθη πρὸς τὸἡμέτερον καὶἀμεταβλήτως τὴν σάρκα ἐθέωσε διὰ τῆς ἐν ἀλλήλαις τῆςαὐτοῦθεότητοςκαὶτῆςαὐτοῦσαρκὸςἀσυγχύτου περιχωρήσεως, ὄντως ἡγιάσμεθα. Καὶἀφ’ οὗὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁἀπαθὴς ὢν τῇ θεότητι τῷ προσλήμματι πέπονθε καὶ τὸἡμέτερον ἀπέτισεν ὄφλημα λύτρον ἐκχέας ὑπὲρ ἡμῶν ἀξιόχρεών τε καὶἀξιάγαστον (δυσωπητικὸν γὰρ πατρὶ καὶ αἰδέσιμον αἷμα υἱοῦ), ὄντως ἠλευθερώμεθα. Καὶἀφ’ οὗ κατελθὼν εἰς ᾅδην ταῖς ἀπ’ αἰῶνος πεπεδημέναις ψυχαῖς ὡς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, ὡς τυφλοῖς ἀνάβλεψιν, καὶ δήσας τὸν ἰσχυρὸν τῷὑπερέχοντι τῆς δυνάμεως ἀνέστη τὸἐξ ἡμῶν αὐτῷ προσληφθὲν ἀφθαρτίσας σαρκίον, ὄντως ἠφθαρτίσμεθα. Ἀφ’ οὗ τε δι’ ὕδατος καὶ πνεύματος γεγεννήμεθα, ὄντως υἱοθετήμεθα καὶ κληρονόμοι θεοῦ γεγενήμεθα. Ἐντεῦθεν τοὺς πιστοὺς ἁγίους ὁ Παῦλος καλεῖ. Ἐντεῦθεν τὸν τῶν ἁγίων οὐ πενθοῦμεν, ἀλλ’ ἑορτάζομεν θάνατον. Ἐντεῦθεν «οὐχ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν ἐσμέν», «δικαιωθέντες διὰ τῆς πίστεως» καὶ θεὸν μόνον εἰδότες τὸν ἀληθινόν –«δικαίῳ δὲ νόμος οὐ κεῖται»–, οὐχ ὑπὸ τὰ στοιχεῖα τοῦ νόμου ἐσμὲν δεδουλωμένοι ὡς νήπιοι, ἀλλ’ εἰς ἄνδρα καταρτισθέντες τέλειον στερεὰν τροφὴν τρεφόμεθα, οὐ τὴν πρὸς εἰδωλολατρείαν. Καλὸς ὁ νόμος ὡς λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ, ἀλλ’ ἕως οὗἡἡμέρα διαυγάσῃ· ἤδη δὲἀνέτειλε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν καὶὕδωρ ζῶν τῆς θεογνωσίας θαλάσσας ἐθνῶν ἐπεκάλυψε καὶ πάντες τὸν κύριον ἔγνωμεν. «Παρῆλθε τὰ παλαιά, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Φησὶν γοῦν ὁ θεῖος ἀπόστολος πρὸς Πέτρον, τὴν κορυφαίαν ἀκρότητα τῶν ἀποστόλων· «Εἰ σὺἸουδαῖος ὢν ἐθνικῶς ζῇςκαὶοὐκἸουδαϊκῶς, πῶςτὰἔθνηἀναγκάζειςἰουδαΐζειν», καὶ πρὸς Γαλάτας γράφει· «Μαρτύρομαι παντὶἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.»
(1,22.) Πάλαι μὲν οὖν μὴ εἰδότες θεὸν ἐδουλεύομεν τοῖς μὴ φύσει οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέψομεν πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἶδον εἶδος θεοῦ τὸ ἀνθρώπινον, «καὶ ἐσώθη μου ἡ ψυχή.» Θεωρῶ εἰκόνα θεοῦ, ὡς εἶδεν Ἰακώβ, εἰ καὶ ἄλλως καὶ ἄλλως· ἐκεῖνος μὲν γὰρ ἄυλον, τὸ ἐσόμενον προμηνύουσαν ἀύλοις νοὸς ὀφθαλμοῖς, ἐγὼ δὲ τοῦ σαρκὶ ὁραθέντος μνήμης ἐμπύρευμα. Ἡ τῶν ἀποστόλων σκιὰ τὰ σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαίμονας ἐφυγάδευε· καὶ πῶς ἡ σκιὰ καὶ ἡ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται; Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.»
(1,23.) Οὐ μόνον γράμμασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Φησὶ γοῦν ὁ θεῖος Βασίλειος ἐν εἰκοστῷ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος τριάκοντα κεφαλαίων ἐπὶ λέξεως οὕτως· «Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντεςαὐτὰ τὰ καίρια ζημιοῦντες τὸ εὐαγγέλιον.» Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥήματα. Πόθεν γὰρ ἴσμεν τὸν κρανίου τόπον τὸν ἅγιον, τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖδες παρὰ πατρὸς ἀγράφως παρειληφότες; Τὸ μὲν γὰρ ἐν τόπῳ κρανίου ἐσταυρῶσθαι τὸν κύριον γέγραπται καὶ τετάφθαι ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως ἴσμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρὶς βαπτίζειν; Πόθεν τὸ κατ’ ἀνατολὰς εὔχεσθαι; Πόθεν ἡ τῶν μυστηρίων παράδοσις; Διὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῶν ἡμῶν.» Πολλῶν τοιγαροῦν καὶ τοσούτων ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖς;
(1,24.) Ἃς μέντοι χρήσεις παράγεις, οὐ τῶν παρ’ ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν ἡμετέραν εὐσεβῶς γινομένην ἀναιρεῖν. Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει καὶτοὺςκατηχουμένουςἡἐκκλησία, ἀλλ’ ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων· δαίμοσι τὰς εἰκόνας ἀνατιθέασιν Ἕλληνες καὶ θεοὺς ταύτας προσαγορεύουσιν, ἡμεῖς δὲἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη.
(1,25.) Εἰ δὲ φὴς τὸν θεῖον καὶ θαυμαστὸν Ἐπιφάνιον διαρρήδην ταύτας ἀπαγορεῦσαι, πρῶτον μὲν τυχὸν παρεγγεγραμμένος καὶ ἐπίπλαστος ὁ λόγος, ἄλλου μὲν ὢν πόνος, ἑτέρου δὲ τὴν ἐπωνυμίαν ἔχων, ὃ πολλοῖς εἴθισται δρᾶν. Δεύτερον, ἴσμεν τὸν μακάριον Ἀθανάσιον ἀπηγορευκότα τὸἐν λάρναξι τιθέναι τὰ τῶν ἁγίων λείψανα, μᾶλλον δὲ προστάττοντα ὑπὸ γῆν ταῦτα καλύπτειν, τὸἄτοπον ἔθος τῶν Αἰγυπτίων καταργῆσαι βουλόμενον, οἳ τοὺς ἑαυτῶν νεκροὺς οὐχ ὑπὸγῆνἔγκρυπτον, ἀλλ’ἐπὶκλινῶνκαὶ σκιμπόδων ἐτίθουν. Τάχα τοιοῦτόν τι καὶὁ μέγας Ἐπιφάνιος ἐπιδιορθώσασθαι θέλων, τὸ μὴ χρῆναι ποιεῖν εἰκόνας ἐνομοθέτησεν, εἴ γε καὶ αὐτοῦ δῶμεν εἶναι τὸν λόγον, ἐπεί, ὅτι γε τούτου σκοπὸς ταύτας οὐκ ἀπωθεῖτο, μάρτυς ἡ τοῦ αὐτοῦ θείου Ἐπιφανίου ἐκκλησία εἰκόσι μέχρις ἡμῶν περικεκοσμημένη. Τρίτον, οὐ τὸ σπάνιον νόμος τῇἐκκλησίᾳ «οὐδὲ μία χελιδὼν ἔαρ ποιεῖ», ὡς καὶ τῷ θεολόγῳ Γρηγορίῳ καὶ τῇἀληθείᾳ δοκεῖ· οὐδὲ λόγος εἷς δυνατὸς ὅλης ἐκκλησίας τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν αὐτῆς περάτων ἀνατρέψαι παράδοσιν.
(1,26.) Δέχου τοίνυν τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν, ὅτι, εἰ καὶ λέγει ἡ γραφή· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων», ἀλλ’ οὖν οὐ τὸ μὴ προσκυνεῖν ἀψύχοις ἢἔργοις χειρῶν κωλύει, ἀλλὰ ταῖς δαιμόνων εἰκόσιν.
(1,27.) Ὅτι μὲν οὖν ἀγγέλοις καὶἀνθρώποις καὶ βασιλεῦσι καὶἀσεβέσι προσεκύνησαν οἱ προφῆται καὶῥάβδῳ, εἴρηται· λέγει δὲ καὶ Δαυίδ· «Καὶ προσκυνεῖτε τῷὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.»Ἡσαΐας δὲἐκ προσώπου τοῦ θεοῦ· «Ὁ οὐρανός μοι θρόνος», φησίν, «ἡ δὲ γῆὑποπόδιον τῶν ποδῶν μου.» Οὐρανὸς δὲ καὶ γῆ παντί που δῆλον, ὅτι κτίσματα. Καὶ Μωσῆς δὲ καὶἈαρὼν σὺν παντὶ τῷ λαῷ χειροποιήτοις προσεκύνησαν. Φησὶ γοῦν Παῦλος ὁ χρυσοῦς τέττιξ τῆς ἐκκλησίας ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως», καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς τὸν οὐρανόν.» Ὥστε τὰ πρότερα ἅγια, ἥ τε σκηνὴ καὶ πάντα τὰ ἐν αὐτῇ, χειροποίητα ἦν· καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ.