Druhá obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině) - RodonVzrůst mravnosti a morálky je nezbytnou podmínkou rozvoje společnosti.
Teoretické stati a publikace » Jan Damašský » Druhá obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině)
Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ πρὸς τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος
(2,1.) Δότε συγγνώμην αἰτοῦντι, δεσπόται μου, καὶ δέξασθε πληροφορίας λόγον παρ’ ἐμοῦ τοῦ ἀχρείου καὶἐλαχίστου δούλου τῆς τοῦ θεοῦἐκκλησίας. Οὐ γὰρ δόξης ἕνεκεν ἢ φανητιασμοῦ πρὸς τὸ λέγειν ὥρμησα—θεὸς μάρτυς—, ἀλλὰ ζήλῳἀληθείας· αὐτὸν γὰρ μόνον ἐλπίδα σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷἐλπίζω καὶ εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι ἐξίλασμα. Ὁ μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε κερδήσας προσήγαγε, καὶὁ τὰ δύο ἰσάριθμα δύο· ὁ δὲ τὸἓν εἰληφὼς κατορύξας καὶἄκαρπον τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ’ αὐτοῦ τοῦ λόγου τάλαντον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις, ὅπως ἐλθὼν ὁ κύριός μου εὕροι πολυπλασιαζόμενον καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυτάτην χαρὰν αὐτοῦ. Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξασθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν δύναμιν. —Δεύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι. Ἀλλὰ καὶἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώσαντι.
(2,2=3,1.) Ἔθος ἐστὶν τῷ πονηρῷ καὶἀρχεκάκῳὄφει, τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ’ εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇἐλπίδα καὶἐπιθυμίαν θεώσεως αὐτῷἔσπειρε καὶ δι’ αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε. Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν. Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο.
(2,3.) Ἡ δὲἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰἄτοπα καὶ διδάσκει ἕνα θεὸν ὁμολογεῖν, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶἁγίῳ πνεύματι. Τὴν δὲ κακίαν οὐκ οὐσίαν, ἀλλὰ συμβεβηκός φησιν, ἔννοιάν τινα καὶ λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ θεοῦ, ἐν τῷἐννοεῖσθαι καὶ λέγεσθαι καὶ πράττεσθαι τὴν ὕπαρξιν ἔχουσαν καὶἅμα τῷ παύσασθαι ἀφανιζομένην. Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος, τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν.
(2,4=3,1.) Ἀλλ’ ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶἀσεβῶν ἀνθρώπων καὶ πετεινῶν καὶ κνωδάλων καὶἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθείας· (2,4=3,2.) ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι.
(2,5=3,2.) Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦἀοράτου εἰκόνα ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸἀσώματον καὶἀσχημάτιστον καὶἀόρατον καὶἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ’ οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶἀνθρώποις συναναστραφέντος δι’ ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα· ποθοῦμεν γὰρ αὐτοῦἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶἐν αἰνίγματι νῦν βλέπομεν». Καὶἡ εἰκὼν δὲἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος.
(2,6=3,3.) Ὢἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι’ αὐτοῦἁγιασθῆναι καὶἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν. Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸἔθνος τῶν χριστιανῶν τὸἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ’ ὃ παρέλαβεν ἡ καθολικὴἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦὄφεως, ὡς ἐδέξατο Εὔα καὶἐτρύγησε θάνατον. Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ’ ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν διόρθωσιν.
(2,7=3,4.) Ἀλλὰ λέγουσιν οἱ μὴἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶὅσα ἐν τῇ γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸὑπὸ τοῦ κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ’ ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶἐπ’ ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.»Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός. Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ’ ἑκάστῳ τὸἐπιτήδειον παρέχει καὶ
πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶἕξιν καὶἡλικίαν· καὶ τῷ μὲν νηπίῳἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο τῷἀσθενεῖ καὶἄλλο τῷὑγιαίνοντι, καὶἑκάστῳ τῶν ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω καὶὁἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ τοῦἀσωμάτου καὶἀοράτου καὶἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ«οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἔφη ὁ θεός.
(2,8=3,5.) Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴἐν τῇἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸὄρος Σινᾶ καὶἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁἀγνώμων λαὸς Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περιείλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον καὶ ἔπιον καὶἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.»Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶὁ θεῖος ἀπόστολος· «Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦἀφθάρτου θεοῦἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶἑρπετῶν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί· «ΚαὶἐλάλησεΚύριοςπρὸςὑμᾶςἐκμέσουτοῦπυρός·φωνὴνῥημάτωνὑμεῖςἠκούσατε, καὶὁμοίωμαοὐκεἴδετε, ἀλλὰἢφωνήν.»Καὶμετ' ὀλίγα·«Καὶφυλάξασθεσφόδρατὰςψυχὰςὑμῶν, ὅτιὁμοίωμαοὐκεἴδετε, ἐντῇἡμέρᾳᾗἐλάλησεΚύριοςπρὸςἡμᾶςἐνΧωρὴβἐντῷὄρει, ἐκμέσουτοῦπυρὸς, μήποτεἀνομήσητε, καὶποιήσητεὑμῖνἑαυτοῖςγλυπτὸνὁμοίωμα, πᾶσανεἰκόνα, ὁμοίωμαἀρσενικοῦἢθηλυκοῦ, ὁμοίωμαπαντὸςκτήνουςτῶνὄντωνἐπὶτῆςγῆς, ὁμοίωμαπαντὸςὀρνεοῦπτερωτοῦ,»καὶτὰἑξῆς. Καὶμετὰβραχέα·«Καὶμήποτεἀναβλέψαςεἰςτὸνοὐρανὸν, καὶἰδώντὸνἥλιον, καὶτὴνσελήνην, καὶτοὺςἀστέρας, καὶπάντατὸνκόσμοντοῦοὐρανοῦ, πλανηθεὶςπροσκυνήσῃςαὐτοῖς, καὶλατρεύσῃςαὐτοῖς.»Ὅρα, ὡςεἶςἐστινὁσκοπὸς, ὥστεμὴλατρεῦσαιτῇκτίσειπαρὰτὸνκτίσαντα, μηδὲπροσαγαγεῖντὴντῆςλατρείαςπροσκύνησιν, ἀλλ' ἢμόνῳτῳδημιουργῷ. Διὸπανταχῆσυνάπτειτῇπροσκυνήσειτὴνλατρείαν. Καὶμετ' ὀλίγα·«Οὐκἔσονταίσοιθεοὶἕτεροιπλὴνἐμοῦ·οὐποίησειςσεαυτῷγλυπτὸν, οὐδὲπᾶνὁμοίωμα.»Καὶπάλιν·«Καὶθεοὺςχωνευτοὺςοὐποιήσειςσεαυτῷ.»Ὁρᾶς, ὡςτῆςεἰδωλολατρείαςἕνεκενἀπαγορεύειτὴνεἰκονογραφίαν, καὶὅτιἀδύνατονεἰκονίζεσθαιθεὸν, τὸν, τὸνἀσώματον, καὶἀόρατον, καὶἀπερίγραπτον;«Οὐ γὰρ εἶδος αὐτοῦ, φησὶν, ἑωράκατε.» Καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησί· «Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ, ἢ ἀργυρίῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ θεῖον εἶναι ὅμοιον.»
(2,9=3,9.) Καὶὅτι ταῦτα οὕτως ἔχει, ἄκουε· «Οὐ ποιήσεις σεαυτῷ», φησί, «γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα.» Ταῦτα τοῦ θεοῦ προστάξαντος «ἐποίησαν», φησί, «τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ«ἐποίησαν τὸἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Τί ποιεῖς, ὦ Μωσῆ; Σὺ λέγεις· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα», καὶ σὺ καταπέτασμα κατασκευάζεις, «ἔργον ὑφαντὸν χερουβὶμ» καὶ«δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ»; Ἀλλ’ ἄκουε, τί πρός σε ὁ θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται. Ὦ τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν.» Εἶπον, «ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇἡμέρᾳ, ᾗἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα», καὶ«θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ». Οὐκ εἶπον· Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρεστηκότων τῷἱλαστηρίῳ, ἀλλ’ «οὐ ποιήσεις σεαυτῷ θεοὺς χωνευτούς», καὶ«οὐ ποιήσεις πᾶν ὁμοίωμα»ὡς θεοῦ οὐδ’ οὐ μὴ λατρεύσῃς «τῇ κτίσει παρὰ τὸν κτίσαντα». Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ «ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα».
(2,10.) Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ
καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶἄγγελος καὶἄνθρωπος καὶ οὐρανὸς καὶ γῆ καὶὕδωρ καὶ πῦρ καὶἀὴρ καὶἥλιος καὶ σελήνη καὶἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶὄφεις καὶ σκορπίοι καὶ θάνατος καὶᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν ἐγγεγραμμένα. Ἀλλ’ ὅμως ἐλεγόμενα ἀληθῆ εἰσι καὶὁ σκοπὸς πρὸς δόξαν θεοῦἐστι καὶ τῶν ὑπ’ αὐτοῦ δοξαζομένων ἁγίων καὶ σωτηρίαν ἡμῶν καὶ καθαίρεσιν καὶ αἰσχύνην τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τε καὶἙλλήνων καὶ τῶν λοιπῶν αἱρέσεων ὡς ψευδῆ καὶ μάταια περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ χαρὰν αὐτῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶἀποβαλλόμεθα καίτοι γε καὶὄνομα θεοῦ περιέχουσαν. Οὕτως καὶἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ προσκυνεῖν καὶ καταφιλεῖν καὶὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν.
(2,11.) εἰ δὲ θεότητος τῆς ἀύλου καὶἀσωμάτου καὶἀοράτου καὶἀσχηματίστου καὶἀχρωματίστου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆἀποβαλλόμεθα· καὶἐάν τις ἐπὶ δόξῃ καὶ προσκυνήσει καὶ τιμῇ τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶἀναλίσκομεν. Καὶἐάν τις ἀνθρώπων ἢ πετεινῶν ἢἑρπετῶν ἢἄλλης κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱἅγιοι πατέρες καὶἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ’ ὀνόματι ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτως καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶἀντ’ ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁγίων. Καὶἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ’ ὀνόματι ἀνθρώπων ἤγειρεν ὁἸσραὴλ οὔτε μνημόσυνον ἀνθρώπου ἑωρτάζετο—ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶὁ θάνατος κατάκρισις ἦν, διὸ καὶἐπενθεῖτο, καὶ τὸ σῶμα τοῦ τεθνηκότος ἀκάθαρτον ἐλογίζετο καὶὁἁπτόμενος αὐτοῦ —, νῦν δέ, ἀφ’ οὗἡ θεότης τῇἡμετέρᾳ φύσει συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη. Διὸ καὶ ὁ τῶν ἁγίων θάνατος ἑορτάζεται καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται. Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶὑπόμνησιν τοῦ Χριστοῦἢ τῆς τούτου μητρὸς τῆς ἁγίαςθεοτόκου ἤ τινος τῶν ἁγίων καὶ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶἀσπαζόμενος ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι τοῦ Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων καὶἐκδικητὴς τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται· ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων δαιμόνων.
(2,12.) Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇἐκκλησίᾳ. Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος· «Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας», —οὐκ εἶπε βασιλεῖς—καὶ πάλιν «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες.» καὶ αὖθις «μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν.» Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι. Τῷ Δαυὶδ ἐντειλάμενος ὁ θεὸς οἰκοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι «οὐκ οἰκοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴἀνὴρ αἱμάτων εἶ σύ». «Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς», ὁἀπόστολος ἀνακέκραγε Παῦλος, «τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος.» Βασιλέων ἐστὶν ἡ πολιτικὴ εὐταξία, ἡ δὲἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων. Λῃστρικὴἔφοδός ἐστιν αὕτη, ἀδελφοί. Ὁ Σαοὺλ τὸἱμάτιον τοῦ Σαμουὴλ ἔσχισε, καὶ τί πέπονθεν; Ἔσχισε τὴν βασιλείαν αὐτοῦὁ θεὸς καὶ δέδωκεν αὐτὴν Δαυὶδ τῷ πρᾳοτάτῳ. Τὸν Ἡλίαν Ἰεζάβελ ἐδίωξε, καὶ οἱ κύνες ἐλούσαντο ἐν τῷ αὐτῆς αἵματι. Ἡρῴδης ἀνεῖλε τὸν Ἰωάννην καὶ σκωληκόβροτος γενόμενος ἐξέψυξε. Καὶ νῦν ὁ μακάριος Γερμανὸς ὁ βίῳ καὶ λόγῳἐξαστράπτων ἐρραπίσθη καὶἐξόριστος γέγονε, καὶἕτεροι πλεῖστοι ἐπίσκοποικαὶπατέρες, ὧνοὐκοἴδαμεντὰὀνόματα. Οὐλῃστρικὸντοῦτο; Ὁ κύριος, ὅτε πειραστικῶς αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι προσῄεσαν, ἵνα παγιδεύσωσιν αὐτὸν λόγῳ, καὶἐπηρώτησαν αὐτόν, εἰ «ἔξεστι δοῦναι κῆνσον καίσαρι», πρὸς οὓς ἀπεκρίνατο· «Ἀγάγετέ μοι νόμισμα.» Τῶν δὲἀγαγόντων ἔφη· «Τίνος ἔχει τὴν εἰκόνα;» Τῶν δὲ φησάντων «καίσαρος» λέγει· «Ἀπόδοτε τὰ τοῦ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.»Ὑπείκομέν σοι, ὦ βασιλεῦ, ἐν τοῖς κατὰ τὸν βίον πράγμασι, φόροις, τέλεσι, δοσοληψίαις, ἐν οἷς σοι τὰ καθ’ ἡμᾶς ἐγκεχείρισται· ἐν δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει ἔχομεν τοὺς ποιμένας τοὺς λαλήσαντας ἡμῖν τὸν λόγον καὶ τυπώσαντας τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν. Οὐ μεταίρομεν ὅρια αἰώνια, ἃἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλὰ κατέχομεν τὰς παραδόσεις, καθὼς παρελάβομεν· εἰ γὰρ ἀρξόμεθα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας καὶἐν μικρῷ καθαιρεῖν, κατὰ μικρὸν τὸ πᾶν καταλυθήσεται.
(2,13.) Κακίζεις τὴν ὕλην καὶἄτιμον ἀποκαλεῖς. Τοῦτο καὶ Μανιχαῖοι, ἀλλ’ ἡ θεία γραφὴ καλὴν ταύτην ἀνακηρύττει· φησὶ γάρ· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶἰδοὺ καλὰ λίαν.»Ἐγὼ μὲν οὖν καὶ θεοῦ ποίημα τὴν ὕλην καὶ καλὴν ταύτην ὁμολογῶ, σὺ δέ, εἰ κακὴν ταύτην λέγεις, ἢ οὐκ ἐκ θεοῦ ταύτην ὁμολογεῖς ἢ τῶν κακῶν αἴτιον ποιεῖς τὸν θεόν. Ὅρα οὖν, τί φησιν ἡ θεία γραφὴ περὶ τῆς ὕλης, ἣν σὺ ἄτιμον ἀποκαλεῖς. «Καὶ εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· Τοῦτο τὸῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ, πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη· καὶ πᾶς σοφὸς καρδίᾳἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν.»
(2,14.) Ἰδοὺ δὴ καὶἡὕλη τιμᾶται ἡ καθ’ ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Ἢ οὐ χρώματα τὸ κόκκινον καὶἡ πορφύρα καὶἡὑάκινθος; Ἰδοὺ δὴ καὶἔργα χειρῶν ἀνθρώπων καὶὁμοίωμα χερουβίμ· καὶ αὐτὴ δὲἡ σκηνὴἅπασα εἰκὼν ἦν. «Ὅρα γάρ», φησὶν ὁ θεὸς τῷ Μωσῇ, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷὄρει.» Καὶὅμως κυκλόθεν προσεκυνεῖτο ὑπὸ παντὸς τοῦἸσραήλ. Τί δὲ τὰ χερουβίμ; Οὐ κατενώπιον ἦσαν τοῦ λαοῦ; Καὶἡ κιβωτὸς καὶἡ λυχνία καὶ ἡ τράπεζα καὶἡ στάμνος ἡ χρυσῆ καὶἡῥάβδος, πρὸς ἃ βλέπων ὁ λαὸς προσεκύνει; Οὐ προσκυνῶ τῇὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι’ ἐμὲ γενόμενον καὶἐν ὕλῃ τὴν κατοίκησιν θέμενον καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον. «Ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶἐσκήνωσεν ἐν ἡμῖν.» Πᾶσι δὲ δῆλον, ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν. Σέβω οὖν τὴν ὕλην καὶ δι’ αἰδοῦς ἄγω καὶ προσκυνῶ, δι’ ἧς ἡ σωτηρία μου γέγονε, σέβω δὲ οὐχ ὡς θεόν, ἀλλ’ ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἦ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον; Ἦ οὐχ ὕλη τὸὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος; Ἦ οὐχ ὕλη ἡ ζωηφόρος πέτρα, ὁ τάφος ὁἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἦ οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα; Ἦ οὐχ ὕλη ἡ ζωοποιὸς τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἦ οὐχ ὕλη ὁ χρυσός τε καὶὁἄργυρος, ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια; Ἦ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι—ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει—καὶ πάντα τὸν νόμον τηρεῖν καὶ μὴἑορτάζειν τὸ πάσχα κυρίου ἔξω Ἱερουσαλήμ— ἀλλὰ γνῶτε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελεῖ—, ὥρα σοι καὶ τὴν τοῦἀδελφοῦ γυναῖκα πρὸς γάμον ἄγεσθαι καὶἐγείρειν σπέρμα τῷ ἀδελφῷ καὶ μὴᾄδειν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἀλλ’ ἄπαγε· «οἵτινες γὰρ ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.»
(2,15.=1,21) Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος· στρατὸς γὰρ τοῦ κυρίου οἱἅγιοι. Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύματος ὁἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ κύριον. Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω. Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι γένωνται οἱ φίλοι Χριστοῦ; «Οὐ λέγω ὑμᾶς δούλους», φησὶν ὁ θεός, «ὑμεῖς φίλοι μού ἐστε.» Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς; Ὢ θρασείας χειρός. Ὢ τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦἀντιπραττούσης προστάγμασιν. Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, «ὅς ἐστιν εἰκὼν τοῦἀοράτου θεοῦ» ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος. (2,15.) Ὁ ναός, ὃν ὁ Σολομὼν ᾠκοδόμησεν, ἀλόγων αἵμασιν ἐνεκαινίσθη καὶἀλόγων εἰκόσιν ἐκαλλωπίσθη, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶῥοΐσκων. Νῦν δὲ Χριστοῦ αἵματι ἡἐκκλησία ἐγκαινίζεται καὶ τῶν ἁγίων αὐτοῦ καὶ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁγίων αὐτοῦ καλλωπίζεται. Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃἔθεντο οἱ πατέρες σου», οὐ τὰ πρὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ τοῦ θεοῦἡμῶν λέγω, ἀλλὰ τὰ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ. Περὶ γὰρ τῶν ἐν τῇ παλαιᾷ παραδόσεων μεμφόμενος ὁ θεός φησιν· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ» κατὰ τὴν σκληροκαρδίαν αὐτῶν. Ὥστε «μετατεθείσης τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν».
(2,16.) Οὐ μόνον δὲ γράμμασι τὸν ἐκκλησιαστικὸν θεσμὸν παρέδωκαν οἱ αὐτόπται καὶὑπηρέται τοῦ λόγου, ἀλλὰ καὶἀγράφοις τισὶ παραδόσεσι. Πόθεν γὰρ οἴδαμεν τὸν κρανίου τόπον τὸν ἅγιον; Πόθεν τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖς παρὰ πατρὸς ἀγράφως παραλαβόντες; Τὸ μὲν ἐν τόπῳ κρανίου σταυρωθῆναι τὸν κύριον γέγραπται καὶ ταφῆναι ἐν μνημείῳ, ὃἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως οἴδαμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρίτον βαπτίζειν, τουτέστι διὰ τριῶν καταδύσεων; Πόθεν τὸ κατ’ ἀνατολὰς εὔχεσθαι; Πόθεν τὸ προσκυνεῖν σταυρόν; Οὐκ ἐκ τῆς ἀγράφου παραδόσεως; Διὸ καὶὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃςἐδιδάχθητεεἴτεδιὰλόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν.» Πολλῶν τοιγαροῦν ἀγράφως τῇἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖτε; Μανιχαῖοι συνέγραψαν τὸ κατὰ Θωμᾶν εὐαγγέλιον· γράψατε καὶὑμεῖς τὸ κατὰ Λέοντα εὐαγγέλιον. Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα. Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ λύειν. Οἶδα Οὐάλεντα βασιλέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν. Οὐ πείθομαι βασιλικοῖς κανόσι διατάττεσθαι τὴν ἐκκλησίαν, ἀλλὰ πατρικαῖς παραδόσεσιν ἐγγράφοις τε καὶἀγράφοις. Ὥσπερ γὰρ ἐν ὅλῳ τῷ κόσμῳἐγγράφως ἐκηρύχθη τὸ εὐαγγέλιον, οὕτως ἐν ὅλῳ τῷ κόσμῳἀγράφωςπαρεδόθητὸεἰκονίζεινΧριστὸντὸν σεσαρκωμένον θεὸν καὶ τοὺς ἁγίους, ὥσπερ καὶ προσκυνεῖν τὸν σταυρὸν καὶ κατ’ ἀνατολὰς ἑστῶτας προσεύχεσθαι.
(2,17.) Ἃς μέντοι προσάγεις χρήσεις, οὐ τῶν παρ’ ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων. Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν τῆς ἐκκλησίας εὐσεβῶς γινομένην ἀναιρεῖν. Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει τοὺς κατηχουμένους ἡἐκκλησία, ἀλλ’ ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων. Ἔθυον δαίμοσιν Ἕλληνες, ἀλλὰ καὶ θεῷὁἸσραὴλ καὶ αἵματα καὶ κνίσσας προσέφερον· θύει καὶἡἐκκλησία θεῷ θυσίαν ἀναίμακτον. Δαίμοσι τὰς εἰκόνας ἀνετίθουν Ἕλληνες, ἀλλὰ καὶὁἸσραὴλ ἐθεοποίησε τὰς εἰκόνας· ἔλεγον γάρ· «Οὗτοι οἱ θεοί σου,Ἰσραήλ, οἱἀναγαγόντεςσεἐκ τῆς Αἰγύπτου.»Ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις
δαιμόνων ἀπελαύνουσι στίφη εἰκόνας ἀνατιθέαμεν.
(2,18.) Εἰ δὲ λέγεις τὸν μακάριον Ἐπιφάνιον τρανῶς τὰς παρ’ ἡμῖν ἀπαγορεῦσαι εἰκόνας, γνῶθι, ὡς ἐπίπλαστος ὁ λόγος ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφανίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνεσθαι. Οὐ γὰρ τοῖς συμπατράσιν ὁ πατὴρ μάχεται· ἑνὸς γὰρ ἁγίου πνεύματος μέτοχοι πάντες γεγόνασι· καὶ μάρτυς ἡ αὐτοῦἐκκλησία εἰκόσι καλλωπιζομένη, ἕως οὗ ὁἄγριος καὶἀνήμερος Λέων ἔβρυξεν καὶ τὴν Χριστοῦ διετάραξε ποίμνην ποτίσαι τὸν λαὸν τοῦ θεοῦἐπιχειρήσας ἀνατροπὴν θολεράν.
(2,19.) Εἰ σταυρὸν καὶ λόγχην καὶ κάλαμον καὶ σπόγγον, δι’ ὧν οἱ θεοκτόνοι Ἰουδαῖοι τὸν κύριόν μου ἐνύβρισαν καὶἀπέκτειναν, ὡς αἴτια σωτηρίας προσκυνῶ καὶ σέβω, τὰς ἐπὶ δόξῃ καὶ μνήμῃ τῶν τοῦ Χριστοῦ παθημάτων ἀγαθῷ σκοπῷὑπὸ τῶν πιστῶν κατασκευαζομένας εἰκόνας οὐ προσκυνήσω; Εἰ σταυροῦ εἰκόνα ἐξ οἱασοῦν ὕλης κατασκευασθεῖσαν προσκυνῶ, τοῦ σταυρωθέντος καὶ τὸν σταυρὸν σωτήριον δείξαντος τὴν εἰκόνα οὐ προσκυνήσω; Ὅτι δὲ οὐ τῇὕλῃ προσκυνῶ, δῆλον· καταλυθέντος γὰρ τοῦἐκτυπώματος τοῦ σταυροῦ, εἰ τύχοι, ἐκ ξύλου κατεσκευασμένου, πυρὶ τὸ ξύλον παραδίδωμι, ὁμοίως καὶ τῶν εἰκόνων.
(2,20.) Ὅτι δὲ οὐ νέον τὸ τῶν εἰκόνων ἐφεύρημα καὶἡ τούτων προσκύνησις, ἀλλ’ ἀρχαία τῆς ἐκκλησίας παράδοσις, δέχου τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν. Ὁ κύριος ἐν τῷ κατὰ Ματθαῖον ἱερῷ εὐαγγελίῳ τάδε φησὶ τοὺς ἑαυτοῦ μαθητὰς μακαρίζων καὶ σὺν αὐτοῖς πάντας τοὺς τῷ κανόνι αὐτῶν στοιχοῦντας καὶ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθοῦντας· «Ὑμῶν δὲ μακάριοι οἱὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶἀκοῦσαι, ἃἀκούετε, καὶ οὐκ ἤκουσαν.»Ἐπιποθοῦμεν οὖν καὶἡμεῖς ἰδεῖν, ὡς ἰδεῖν δυνατόν· «βλέπομεν γὰρ ὡς ἐν ἐσόπτρῳ καὶἐν αἰνίγματι» καὶἐν τῇ εἰκόνι καὶ μακαριζόμεθα. Αὐτὸς ὁ θεὸς πρῶτος ἐποίησεν εἰκόνα καὶἔδειξεν εἰκόνας· τὸν μὲν γὰρ ἄνθρωπον κατ’ εἰκόνα θεοῦ ἐποίησε. Καὶ Ἀβραὰμ δὲ καὶ Μωσῆς καὶ Ἡσαΐας καὶ πάντες οἱ προφῆται εἰκόνας εἶδον θεοῦ καὶ οὐκ αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ. Ἡ βάτος εἰκὼν ἦν τῆς θεομήτορος, καὶ μέλλοντι τῷ Μωσῇ ταύτῃ προσιέναι εἶπεν ὁ θεός· «Ὑπόλυσαι τὸὑπόδημα τῶν ποδῶν σου· ἡ γὰρ γῆ, ἐν ᾗἕστηκας, γῆἁγία ἐστίν.» Εἰ οὖν ἡ γῆ, ἐν ᾗ εἰκὼν τῆς θεοτόκου ὤφθη τῷ Μωσῇ, γῆἁγία ἐστί, πόσῳ μᾶλλον αὐτὴἡ εἰκών; Οὐ μόνον γὰρ ἁγία, ἀλλά, τολμῶ λέγειν, καὶἁγίων ἁγία. Ὁ κύριος ἐρωτήσασι τοῖς Φαρισαίοις· «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶἀπολῦσαι τὴν γυναῖκα;»ἀπεκρίνατο· «Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.» Κἀγὼ λέγω ὑμῖν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν τῶν υἱῶν Ἰσραὴλ εἰδὼς αὐτῶν τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ἐπέτρεψεν αὐτοῖς μὴ ποιεῖν εἰκόνας. Νυνὶ δὲ οὐχ οὕτως ἐστίν· ἑστήκαμεν γὰρ βεβαίως ἐν τῇ πέτρᾳ τῆς πίστεως τὸ φῶς τῆς θεογνωσίας πλουτήσαντες.
(2,21.) Ἀκούσατε, τί φησιν ὁ κύριος· «Μωροὶ καὶ τυφλοί, ὁὀμόσας ἐν τῷ ναῷὀμνύει ἐν αὐτῷ καὶἐν τῷ κατοικήσαντι ἐν αὐτῷ, καὶὁὀμόσας ἐν τῷ οὐρανῷὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶἐν τῷ καθημένῳἐπάνω αὐτοῦ.» Καὶὁὀμνύων ἐν τῇ εἰκόνι ὀμνύει ἐν τῇ εἰκόνι καὶἐν τῷ εἰκονιζομένῳὑπ’ αὐτῆς.
(2,22.) Ὅτι μὲν οὖν ἡ σκηνὴ καὶ τὸ καταπέτασμα καὶἡ κιβωτὸς καὶἡ τράπεζα καὶ πάντα τὰἐν τῇ
σκηνῇ εἰκόνες ἦσαν καὶ τύποι καὶἔργα χειρῶν ἀνθρώπων, ἅτινα προσεκυνεῖτο ὑπὸ παντὸς Ἰσραήλ, ἔτι δὲ καὶ τὰ χερουβὶμ τὰ γλυπτὰ θεοῦ προστάγματι κατεσκευασμένα, ἱκανῶς ἀποδέδεικται. Φησὶ γὰρ ὁ θεὸς τῷ Μωσῇ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷὄρει.»Ἄκουε καὶ τοῦ ἀποστόλου Παύλου μαρτυροῦντος, ὅτι χειροποίητα καὶ εἰκόνας προσεκύνει Ἰσραὴλ τοῦ θεοῦ τοῦτο προστάξαντος· «Εἰ μὲν γὰρ ἦν», φησίν, «ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷὄρει· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» καὶ μετ’ ὀλίγα «ἐν τῷ λέγειν ‘καινὴν’ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗἥ τε λυχνία καὶἡ τράπεζα καὶἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆἔχουσα τὸ μάννα καὶἡῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸἱλαστήριον.» καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν.» καὶ μεθ’ ἕτερα «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.»
(2,23.) Ὅρα, ὅτι καὶὁ νόμος καὶ πάντα τὰ κατ’ αὐτὸν πᾶσά τε ἡ καθ’ ἡμᾶς λατρεία χειροποίητά εἰσιν ἅγια δι’ ὕλης προσάγοντα ἡμᾶς τῷἀύλῳ θεῷ, καὶὁ μὲν νόμος καὶ πάντα τὰ κατὰ τὸν νόμον
σκιαγραφία τις ἦν τῆς μελλούσης εἰκόνος, τουτέστι τῆς καθ’ ἡμᾶς λατρείας, ἡ δὲ καθ’ ἡμᾶς λατρεία εἰκὼν τῶν μελλόντων ἀγαθῶν, αὐτὰ δὲ τὰ πράγματα ἡἄνω Ἱερουσαλὴμ ἡἄυλος καὶἀχειροποίητος, καθώς φησιν ὁ αὐτὸς θεῖος ἀπόστολος· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἥτις ἐστὶν ἡἄνω Ἱερουσαλήμ, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» Πάντα γὰρ τά τε κατὰ τὸν νόμον καὶ τὰ κατὰ τὴν ἡμετέραν λατρείαν ἐκείνης χάριν ἐγένοντο. Αὐτῷἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.