Třetí obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině) - RodonVzrůst mravnosti a morálky je nezbytnou podmínkou rozvoje společnosti.
Teoretické stati a publikace » Jan Damašský » Třetí obranná řeč proti těm, kdo zavrhují svaté obrazy (v řečtině)
Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας
(3,1.=2,2) Ἔθος ἐστὶν τῷ πονηρῷ καὶἀρχεκάκῳὄφει, τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ’ εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇἐλπίδα καὶἐπιθυμίαν θεώσεως αὐτῷἔσπειρε καὶ δι’ αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε. Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν. Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο. (3,1.) Ἡ δὲἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ἀπαρνεῖται τὰ ἄτοπα. (3,1.=2,4) Ἀλλ’ ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶἀσεβῶν ἀνθρώπων καὶ πετεινῶν καὶ κνωδάλων καὶἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθείας·
(3,2.=2,4) ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι. (2,5=3,2.) Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦἀοράτου εἰκόνα ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸἀσώματον καὶἀσχημάτιστον καὶἀόρατον καὶἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ’ οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶἀνθρώποις συναναστραφέντος δι’ ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα· ποθοῦμεν γὰρ αὐτοῦἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶἐν αἰνίγματι νῦν βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος.
(3,3.=2,6) Ὢἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι’ αὐτοῦἁγιασθῆναι καὶἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν. Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸἔθνος τῶν χριστιανῶν τὸἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ’ ὃ παρέλαβεν ἡ καθολικὴἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦὄφεως, ὡς ἐδέξατο Εὔα καὶἐτρύγησε θάνατον. Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ’ ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν διόρθωσιν.
(3,4.=2,7) Ἀλλὰ λέγουσιν οἱ μὴἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶὅσα ἐν τῇ γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸὑπὸ τοῦ κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ’ ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶἐπ’ ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.»Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός. Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ’ ἑκάστῳ τὸἐπιτήδειον παρέχει καὶ πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶἕξιν καὶἡλικίαν· καὶ τῷ μὲν νηπίῳἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο τῷἀσθενεῖ καὶἄλλο τῷὑγιαίνοντι, καὶἑκάστῳ τῶν ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω καὶὁἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ τοῦἀσωμάτου καὶἀοράτου καὶἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ«οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἔφη ὁ θεός.
(3,5.= 2,8) Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴἐν τῇἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸὄρος Σινᾶ καὶἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁἀγνώμων λαὸς Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περιείλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶἐχώνευσαν, ἔφαγον καὶἔπιον καὶἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.»Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα· οὐ γὰρ ἐποίησαν Διὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε, ἀλλ’, ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ, καὶἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶὁ θεῖος ἀπόστολος· «Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦἀφθάρτου θεοῦἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶἑρπετῶν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί·
(3,6.) Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ«κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ«οὐκ ἔσονταί σοι θεοὶἕτεροι», καὶ«οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶὅσα ἐν τῇ γῇ», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ«θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶὅσα τοιούτῳ τρόπῳ«πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐτοῦ, δι’ οὗ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ζῶντα καὶἀληθινὸν θεὸν καὶὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Καὶ πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρονκαὶἀθάνατον, αἰώνιονκαὶἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷἁγίῳ πνεύματι, οὐ τρισὶ θεοῖς ἀλλ’ ἑνί, οὐ διῃρημέναις ὑποστάσεσιν ἀλλ’ ἡνωμέναις. Οὐ τρεῖς προσκυνήσεις προσάγω ἀλλὰ μίαν, οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ’ ἑνιαίως ταῖς τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνησιν. Οὐ προσκυνῶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ’ ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶἀκαθαιρέτως κατεληλυθότα, ἵνατὴνἐμὴνδοξάσῃφύσινκαὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ’ ὡς τέταρτον πρόσωπον (ἄπαγε), ἀλλ’ ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ’ ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο μείνας, ὅπερ προῆν, οὕτω καὶἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ’, ὅπερ ἐστί, ταυτιζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ’ ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ’ ὡς ὁρατὸν δι’ ἡμᾶς γενόμενον ἐν μεθέξει σαρκὸς καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ’ εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα· εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸἄυλον;
(3,7.) Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ«οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶὅσα ἐν τῇ γῇ.»Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδάξας ὑμᾶς διδαξάτω καὶ τὸἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει αὐτὸὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων·«ΚαὶἐλάλησεΚύριοςπρὸςὑμᾶςἐκμέσουτοῦπυρὸς·φωνὴνῥημάτωνὑμεῖςἠκούσατε, καὶὁμοίωμα, ἀλλ' ἢφωνήν.»Καὶμετ' ὄλιγα·«Καὶφυλάξασθεσφόδρατὰςψυχὰςὑμῶν, ὅτιὁμοίωμαοὐκεἴδετεἐντῇἡμέρᾳ, ᾗἐλάλησεΚύριοςπρὸςὑμᾶςἐνΧωρὴβἐντῷὄρειἐκμέσουτοῦπυρὸς, μήτεἀνομήσητε, μήτεποιήσητεὑμῖνἑαυτοῖςγλυπτὸνὁμοίωμα, πᾶσανεἰκόνα, ὁμοίωμαἀρσενικοῦἢθηλυκοῦ, ὁμοίωμαπαντὸςκτήνουςτῶνὄντωνἐπὶτῆςγῆς, ὁμοίωμαπαντὸςὀρνέουπτερωτοῦ,»καὶτὰἑξῆς. Καὶμετὰβραχέα·«Μήποτεἀναβλέψαςεἰςτὸνοὐρανόν, καὶἰδὼντὸνἥλιον, καὶτὴνσελήνην, καὶτοὺςἀστέρας, καὶπάντατὸνκόσμοντοῦοὐρανοῦ, πλανηθεὶςπροσκυνήσῃςαὐτοῖς, καὶλατρεύσῃςαὐτοῖς.»
(3,8.) Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ εἰκόνι μὴ περιγραφόμενον. «Ὁ μὲν γὰρ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·» καὶ«ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδουλωμένοι, ὅτε ἦμεν νήπιοι.»«Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.»«Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶςεἰκονιστήσεταιτὸἀόρατον;Πῶς εἰκασθήσεται τὸἀνείκαστον; Πῶς γραφήσεται τὸἄποσον καὶἀμέγεθες καὶἀόριστον καὶἀνείδεον; Πῶς χρωματουργηθήσεται τὸἀσώματον; Πῶς σχηματισθήσεται τὸἀσχημάτιστον; Τί οὖν τὸ μυστικῶς μηνυόμενον; Δηλονότι νῦν μὲν θεὸν μὴ εἰκονίσῃς τὸν ἀόρατον· ὅταν δὲἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε ποιήσεις τῆς ἀνθρωπίνης μορφῆς τὸἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦὁραθέντος ὁμοίωμα· ὅτε ὁἄποσος καὶἀπήλικος καὶἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ὁἐν μορφῇ θεοῦὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττέ τε καὶἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον. Χάραττετούτουτὴνἄφατονσυγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ φύσεως καὶἐνεργείας σύμβολα δι’ ἐνεργείας σαρκὸς ἀποτελούμενα, τοῦ σωτῆρος τὴν σωτήριον ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασιν ἔν τε βίβλοις καὶ πίναξιν.
(3,9.=2,9) Καὶὅτι ταῦτα οὕτως ἔχει, ἄκουε· «Οὐ ποιήσεις σεαυτῷ», φησί, «γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα.» Ταῦτα τοῦ θεοῦ προστάξαντος «ἐποίησαν», φησί, «τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ«ἐποίησαν τὸἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Τί ποιεῖς, ὦ Μωσῆ; Σὺ λέγεις· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα», καὶ σὺ καταπέτασμα κατασκευάζεις, «ἔργον ὑφαντὸν χερουβὶμ» καὶ«δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ»; Ἀλλ’ ἄκουε, τί πρός σε ὁ θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται. Ὦ τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν.» Εἶπον, «ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇἡμέρᾳ, ᾗἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα», καὶ«θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ». Οὐκ εἶπον· Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρεστηκότων τῷἱλαστηρίῳ, ἀλλ’ «οὐ ποιήσεις σεαυτῷ θεοὺς χωνευτούς», καὶ«οὐ ποιήσεις πᾶν ὁμοίωμα»ὡς θεοῦ οὐδ’ οὐ μὴ λατρεύσῃς «τῇ κτίσει παρὰ τὸν κτίσαντα». Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ (3,9.) ἀνθρώπου (δεδούλωτο γὰρ τῇἁμαρτίᾳἡ φύσις τῆς ἀνθρωπότητος) οὐδὲ«ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα». Πάσης δὲ τῆς κτίσεως ὁμοίωμα τὴν σκηνὴν κατεσκεύασα «κατὰ τὸν τύπον τὸν δειχθέντα μοι ἐν τῷὄρει» καὶ χερουβὶμ σκιάζοντα τὸἱλαστήριον ὡς θεῷ παρεστηκότα. (3,9a.) Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶἄγγελος καὶἄνθρωπος καὶ γῆ καὶὕδωρ καὶ πῦρ καὶἀὴρ καὶἥλιος καὶ σελήνη καὶἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶὄφεις καὶ σκορπίοι καὶ ζωὴ καὶ θάνατος καὶᾅδης καὶἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν γεγραμμένα. Ἀλλ’ ὅμως ἐπειδὴ τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶὁ σκοπὸς πρὸς δόξαν θεοῦἐστι καὶ σωτηρίαν ἡμῶν καὶ δόξα μὲν τῶν ὑπ’ αὐτοῦ δοξαζομένων ἁγίων, αἰσχύνη δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμενκαὶπεριπτυσσόμεθακαὶ καταφιλοῦμεν καὶὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τὰ αὐτὰὀνόματα περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ ἀπώλειαν ψυχῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶἀποβαλλόμεθα. Οὕτως καὶἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶὁμοιώματα καὶβίβλουςτῶνἀγραμμάτωνκαὶὑπόμνησιν καὶ προσκυνεῖν καὶ καταφιλεῖν καὶὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶἀσωμάτου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆἀποβαλλόμεθα· καὶἐάν τις ἐπὶ δόξῃ καὶ τιμῇ καὶ προσκυνήσει τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶἀναλίσκομεν. Καὶἐάν τις ἀνθρώπων ἢ κτηνῶν ἢ πετεινῶν ἢἑρπετῶν ἢἄλλης τινὸς κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱἅγιοι πατέρες καὶἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ’ ὀνόματι θεοῦκαὶἁγίωνἤγειραν, καὶτούτουςσέβομεν, οὕτω καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶἀντ’ ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς τούτου μητρὸς καὶ τῶν ἁγίων, καὶ ταύτας σέβομεν. Καὶἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ’ ὀνόματι ἀνθρώπων ἤγειρεν ὁἸσραὴλ οὔτε μνημόσυνον ἑωρτάζετο—ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶὁ θάνατος κατάκρισις ἦν, διὸ καὶἐπενθεῖτο, καὶὁἁπτόμενος τοῦ σώματος τοῦὁἁπτόμενος τοῦ σώματος τοῦ τεθνηκότος ἀκάθαρτος ἐλογίζετο—, νῦν δέ, ἀφ’ οὗἡ θεότης τῇἡμετέρᾳ φύσει ἀσυγχύτως συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ὄντως ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη. Διὸ καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται.
(3,10.) Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ ἢ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκου ἤ τινος τῶν ἁγίων, ἔτι δὲ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶἀσπαζόμενος πόθῳ τοῦ εἰκονιζομένου ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων, ἐκδικητὴς δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται· ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων. Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθουμένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι. Χρὴ«ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς» κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον «τῷ τὴν τιμὴν τὴν τιμὴν» καὶ«βασιλεῖ μὲν ὡς ὑπερέχοντι», τοῖς δὲἄρχουσιν ὡς δι’ αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦἀξιώματος.
(3,11.) Ποῦ εὗρες ἐν τῇ παλαιᾷἢἐν τῷ εὐαγγελίῳὄνομα τριάδος ἢὁμοούσιον ἢ μίαν φύσιν θεότητος τρανῶς ἢ τρεῖς ὑποστάσεις αὐτολεξεὶἢ μίαν ὑπόστασιν τοῦ Χριστοῦἢ δύο φύσεις αὐτολεξεί; Ἀλλ’ ὅμως, ἐπειδὴἐκ τῶν ἰσοδυναμουσῶν λέξεων τῶν ἐν τῇ γραφῇ κειμένων ὥρισαν ταῦτα οἱἅγιοι πατέρες, δεχόμεθα καὶ τοὺς μὴ δεχομένους ἀναθεματίζομεν. Ἐγὼ δὲ παριστῶ σοι ἐν τῇ παλαιᾷ, ὅτι προσέταξεν ὁ θεὸς ποιεῖν εἰκόνας, πρῶτον μὲν αὐτὴν τὴν σκηνὴν καὶ πάντα τὰὄντα ἐν αὐτῇ. Καὶἐν τοῖς εὐαγγελίοις αὐτὸς ὁ κύριος τοῖς πειραστικῶς ἐρωτήσασιν, εἰἔξεστι καίσαρι δοῦναι κῆνσον, εἶπεν· Ἀγάγετέ μοι νόμισμα. Καὶὑπέδειξαν αὐτῷ δηνάριον. Καὶἠρώτησεν αὐτούς· Τίνος εἰκόνα ἔχει; Οἱ δὲ εἶπον· Καίσαρος. Καὶ εἶπεν· «Ἀπόδοτε τὰ καίσαρος καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.»Ἐπειδὴ εἰκόνα καίσαρος ἔχει, καίσαρός ἐστι, καὶἀπόδοτε καίσαρι. Καὶ τὴν εἰκόνα Χριστοῦ, ἀπόδοτε Χριστῷ· Χριστοῦ γάρ ἐστιν.
(3,12.) Ὁ κύριος μακαρίζων τοὺς μαθητὰς εἶπε· «Πολλοὶ βασιλεῖς καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶἀκοῦσαι, ἃἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοί εἰσιν οἱὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰὦτα, ὅτι ἀκούουσιν.» Εἶδον οὖν οἱἀπόστολοι σωματικῶς τὸν Χριστὸν καὶ τὰ πάθη καὶ τὰ θαύματα αὐτοῦ καὶἤκουσαν τῶν λόγων αὐτοῦ· ἐπιθυμοῦμεν καὶἡμεῖς ἰδεῖν καὶἀκοῦσαι καὶ μακαρισθῆναι. Εἶδον ἐκεῖνοι πρόσωπον πρὸς πρόσωπον, ἐπειδὴ παρῆν σωματικῶς· ἡμεῖς δέ, ἐπειδὴ σωματικῶς οὐ πάρεστιν, ὥσπερ διὰ βίβλων ἀκούομεν τῶν λόγων αὐτοῦ καὶἁγιαζόμεθα τὴν ἀκοὴν καὶ δι’ αὐτῆς τὴν ψυχὴν καὶ μακαριζόμεθα καὶ προσκυνοῦμεν τιμῶντες τὰς βίβλους, δι’ ὧν ἀκούομεν τῶν λόγων αὐτοῦ, οὕτως καὶ διὰ γραφῆς εἰκόνων θεωροῦμεν τὸἐκτύπωμα τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ καὶ τῶν θαυμάτων καὶ τῶν παθημάτων αὐτοῦ καὶἁγιαζόμεθα καὶ πληροφορούμεθα καὶ χαίρομεν καὶ μακαριζόμεθα καὶ σέβομεν καὶ τιμῶμεν καὶ προσκυνοῦμεν τὸν χαρακτῆρα αὐτοῦ τὸν σωματικόν. Θεωροῦντες δὲ τὸν σωματικὸν χαρακτῆρα αὐτοῦἐννοοῦμεν ὡς δυνατὸν καὶ τὴν δόξαν τῆς θεότητος αὐτοῦ· ἐπειδὴ γὰρ διπλοῖἐσμεν, ἐκ ψυχῆς καὶ σώματος κατεσκευασμένοι, καὶ οὐ γυμνὴἡμῶν ἐστιν ἡ ψυχή, ἀλλ’ ὡς ὑπὸ παραπετάσματι καλύπτεται, ἀδύνατον ἡμᾶς ἐκτὸς τῶν σωματικῶν ἐλθεῖν ἐπὶ τὰ νοητά. Ὥσπερ οὖν διὰ λόγων αἰσθητῶν ἀκούομεν ὠσὶ σωματικοῖς καὶ νοοῦμεν τὰ πνευματικά,
οὕτω καὶ διὰ σωματικῆς θεωρίας ἐρχόμεθα ἐπὶ τὴν πνευματικὴν θεωρίαν. Διὰ τοῦτο σῶμα καὶ ψυχὴν ἀνέλαβεν ὁ Χριστός, ἐπειδὴ σῶμα καὶ ψυχὴν ἔχει ὁἄνθρωπος· διὰ τοῦτο καὶ τὸ βάπτισμα διπλοῦν, ἐξ ὕδατος καὶ πνεύματος, καὶἡ κοινωνία καὶἡ προσευχὴ καὶἡ ψαλμῳδία, πάντα διπλᾶ, σωματικὰ καὶ πνευματικά, καὶ φῶτα καὶ θυμιάματα.
(3,13.) Ἀλλὰ πάντα ἐάσας κατὰ μόνων τῶν εἰκόνων ὥρμησεν ὁ διάβολος· καὶ τοσοῦτος αὐτῷ φθόνος ἐστὶ κατὰ τῶν εἰκόνων, ὡς καὶἐν τῷ Λειμωναρίῳ τοῦἁγίου Σωφρονίου τοῦ πατριάρχου Ἱεροσολύμων γέγραπται οὕτως· «Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἀγωνιστής· πανὺ δὲ αὐτῷἐπολέμει ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· ‘Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ’ ἐμοῦ, συνεγήρασάς μοι·’ Φαίνεται αὐτῷὁ δαίμων ὀφθαλμοφανῶς λέγων· ‘Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.’ Καὶὤμοσεν αὐτῷὁ γέρων, ὅτι ‘μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι.’ Τότε λέγει αὐτῷὁ δαίμων· ‘Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω.’ Εἶχε δὲἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἴδε, τίνα μιμοῦνται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα· ὁ γὰρ δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποίνης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν ταύτην ἐπιστάμενος.»
(3,14.) Ἀλλ’ ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν· πρῶτον, τί ἐστιν εἰκών; δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας;
(3,15.) Εἶτα καὶ περὶ προσκυνήσεως· πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι· πέμπτον, ὅτι ἡ τῆς εἰκόνος τιμὴἐπὶ τὸ πρωτότυπον διαβαίνει.
(3,16.) Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν ἡ εἰκὼν τῷ πρωτοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳ—ἄλλο γάρ ἐστιν ἡ εἰκὼν καὶἄλλο τὸ εἰκονιζόμενον—καὶ πάντως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶἄλλο ἐκεῖνο. Οἷόν τι λέγω· Ἡ εἰκὼν τοῦἀνθρώπου, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος, ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει· οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ. Καὶὁ υἱὸς εἰκὼν φυσικὴὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν· υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ.
(3,17.) Δεύτερον, τίνος χάριν ἐστὶν ἡ εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δεικτική. Οἷόν τι λέγω· Ἐπειδὴὁἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτομένης τῆς ψυχῆς οὔτε τῶν μετ’ αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη ἡ εἰκών, πάντως δὲ πρὸς ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμάτων διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲἐναντία τουτέστι τὰ κακὰἀποστραφῶμεν καὶ μισήσωμεν.
(3,18.) Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; Διαφοραὶ δὲ εἰκόνων εἰσί. Πρώτη μὲν οὖν εἰκών ἐστιν ἡ φυσική. Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν. Πρώτη οὖν φυσικὴ καὶἀπαράλλακτος εἰκὼν τοῦἀοράτου θεοῦὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε», καὶ πάλιν «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν.»Ὅτι δὲ εἰκών ἐστιν ὁ υἱὸς τοῦ πατρός, φησὶν ὁἀπόστολος· «Ὅς ἐστιν εἰκὼν τοῦἀοράτου θεοῦ», καὶ πρὸς Ἑβραίους «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», καὶὅτι ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα ἐν τῷ κατὰἸωάννην εὐαγγελίῳ τοῦ Φιλίππου εἰπόντος· «Δεῖξον ἡμῖν τὸν πατέρα, καὶἀρκεῖἡμῖν», φησὶν ὁ κύριος· «Τοσοῦτον χρόνον ἔχω μεθ’ ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.»Ἔστι μὲν ὁ υἱὸς εἰκὼν τοῦ πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος· ὁ μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ. Καὶ τὸ πνεῦμα δὲ τὸἅγιον εἰκὼν τοῦ υἱοῦ· «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴἐν πνεύματι ἁγίῳ.» Διὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα· φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτικὸν τὸ πνεῦμα. Ὁμοία δὲ καὶἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸἅγιον ἐν μόνῳ τῷἐκπορευτῷ τὸ διάφορον ἔχον· ὁ μὲν γὰρ υἱὸς γεννητός, ἀλλ’ οὐκ ἐκπορευτός. Καὶἑκάστου δὲ πατρὸς ὁ υἱὸς φυσική ἐστιν εἰκών. Καὶ οὗτος μὲν ὁ πρῶτος τρόπος τῆς εἰκόνος, ὁ φυσικός.
(3,19.) Δεύτερος τρόπος εἰκόνος ἡἐν τῷ θεῷ τῶν ὑπ’ αὐτοῦἐσομένων ἔννοια, τουτέστιν ἡ προαιώνιος αὐτοῦ βούλησις ἡἀεὶὡσαύτως ἔχουσα· ἄτρεπτον γὰρ τὸ θεῖον, καὶἡ βούλησις αὐτοῦἄναρχος, ᾗ, καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ’ αὐτοῦ καιρῷ γίνεται τὰὁρισθέντα· εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ’ αὐτοῦἐσομένων ἡ περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ Διονυσίῳὀνομάζονται. Ἐν γὰρ τῇ βουλῇ αὐτοῦἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰὑπ’ αὐτοῦ προωρισμένα καὶἀπαραβάτως ἐσόμενα.
(3,20.) Τρίτος τρόπος εἰκόνος ὁ κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ὁἄνθρωπος. Πῶς γὰρ ὁ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷἀκτίστῳἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς (ὁ πατὴρ) καὶ λόγος (ὁ υἱὸς) καὶ πνεῦμα τὸἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸἀρχικόν· λέγει γὰρ ὁ θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ εὐθέως ἐπήγαγε· «Καὶἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ», καὶ πάλιν «καὶἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς.»
(3,21.) Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶἀσωμάτων σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶἀγγέλων διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰἀσώματα ἄνευ σχημάτων ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος ὁἈρεοπαγίτης. Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ’ ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος, πάντοθεν τὸἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς ἁπλοῖς καὶἀμορφώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν ὁ θεορήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ· «Ἀλλὰ καὶ τὰἀόρατα τοῦ θεοῦἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.»Ὁρῶμεν δὲ καὶἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον εἰκονίζεσθαι δι’ ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ’ ἡμᾶς ἢῥόδου φυτοῦ καὶἄνθους καὶ εὐωδίας.
(3,22.) Πέμπτος τρόπος εἰκόνος λέγεται ὁ προεικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς ἡ βάτος καὶὁἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶἡῥάβδος καὶἡ στάμνος καὶὡς ὁὄφις
τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως ἥ τε θάλασσα, τὸὕδωρ καὶἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα.
(3,23.) Ἕκτος τρόπος εἰκόνος ὁ πρὸς μνήμην τῶν γεγονότων ἢ θαύματος ἢἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶἐν ἀρετῇ διαπρεψάντων ἢ κακίας πρὸς θρίαμβον καὶ αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲἀρετὰς ζηλώσωμεν. Διπλῆ δὲ αὕτη· διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου—εἰκονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε— καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶὡς τὰὀνόματα τῶν φυλῶν ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦἸορδάνου εἰς τύπον τῶν ἱερέων—βαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳ— τῶν αἰρόντων τὴν κιβωτὸν καὶ τῆς τοῦὕδατος ἐκλείψεως. Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳἀναγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἢἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον.
(3,24.) Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζεται. Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται. Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματικῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονται—νοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶἐνεργεῖν πιστεύονται—, εἰκονίζονται μὲν οὖν σωματικῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶὡς ὡράθησαν τοῖς ἀξίοις, ἀλλ’ ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος. Ἡ δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς ἀνείδεος καὶἀσχημάτιστος καὶἀκατάληπτος, εἰ καὶἡ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲἀσωμάτους· οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύπτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο. Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχημάτων, ὧν εἴδομεν· νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη. Εἰ γὰρ καὶἀπὸ τῶν λόγων ἔσθ’ ὅτε κατανοοῦμεν σχήματα, ἀλλ’ ἐξ ὧν εἴδομεν, καὶἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν. Οὕτω καὶ ἐφ’ ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἢἐγευσάμεθα ἢ ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν.
(3,25.) Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ’ ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης τοῖς ἀσωμάτοις καὶἀτυπώτοις καὶ μὴἔχουσι σχηματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴἐν παντελεῖἀγνοίᾳὦμεν θεοῦ καὶ τῶν ἀσωμάτων κτισμάτων. Ὁ μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος· ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰὑλικὰ σώματα ἀσώματοι. Μὴ θέλων οὖν ὁ θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰἀσώματα περιέθηκεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματικὰἐν ἀύλῳὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχηματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ. Ἀλλὰ καὶ θεοῦ σχήματα καὶ εἰκόνας ἡ γραφὴἔχει.
(3,26.) Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦἀιδιότητος, ἐποίησέ τε τὸν ἄνθρωπον κατ’ εἰκόνα αὑτοῦ καὶ καθ’ ὁμοίωσιν. ΚαὶἈδὰμ εἶδε θεὸν καὶἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶἸακὼβ εἶδε καὶἐπάλαισε μετὰ τοῦ θεοῦ—δῆλον δέ, ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷὁ θεός—, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶἩσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε καὶὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν. Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι· ἔμελλε γὰρ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦὁ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν’ ἑνωθῇ τῇ φύσει ἡμῶν καὶὁραθῇἐπὶ γῆς. Προσεκύνησαν οὖν πάντες οἱἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς Παῦλός φησιν ὁἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶἀσπασάμενοι.»Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι’ ἐμὲὀφθέντος σαρκὸς φύσει καὶ προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ(«θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε»), ἀλλ’ εἰκόνα θεοῦ καὶ πεσὼν προσεκύνησεν. Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ’ εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνησεν, ὁμοίως καὶ Δανιήλ (ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσεκύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ’ ὡς θεοῦ παραστάτῃ καὶ λειτουργῷ. Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ’ ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε Δανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲἐγὼὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι’ ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι’ αἰδοῦς ἄγω. Οὐχ ἡνώθη φύσει ἀγγέλων ὁ θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων. Οὐκ ἐγένετο ὁ θεὸς ἄγγελος, ἐγένετο δὲὁ θεὸς φύσει καὶἀληθείᾳἄνθρωπος. «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ’ ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ’ ὑπόστασιν. Οὐ μετέσχον ἄγγελοι οὐδὲἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ’ ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον· θεότητι γὰρ καθ’ ὑπόστασιν ἥνωται καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳὑφ’ ἡμῶν σώματι τοῦ Χριστοῦἡνωμέναι καθ’ ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς, μᾶλλον δὲἀμφοῖν κατ’ ἄμφω, οὐ καθ’ ὑπόστασιν ταυτιζόμενοι (ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώματος καὶ αἵματος. Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν; Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ’ εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων· παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει· οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρρήθησαν («εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν») οὐδ’ ὅτι συμβασιλεύσουσιν οὐδ’ ὅτι συνδοξασθήσονται οὐδ’ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονόμους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ κύριος πρὸς τὸν πατέρα. Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις.
(3,27.) Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως. Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι.
(3,28.) Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους. Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας· προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, «ὅτι τὰ σύμπαντα» γάρ, φησί, «δοῦλα σά», καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲἀκουσίως. Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες· ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν.
(3,29.) Δεύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ’ ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν
δόξαν αὐτοῦ· μόνος γάρ ἐστι δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ’ αὐτὸς ὢν πάσης δόξης αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότητος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι’ ἑαυτὸν θαυμάζεσθαι προσκυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι.
(3,30.) Τρίτος τρόπος ὁ τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν· πάντα γὰρ τὰὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦἔχει τὸ εἶναι τὰ πάντα καὶἐν αὐτῷ συνίσταται καὶ πᾶσι μεταδίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦἀγαθότητος καὶ μακροθυμεῖἐφ’ ἡμῖν ἁμαρτάνουσι καὶἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶἀγαθοὺς καὶ ὅτι ὁ υἱὸς τοῦ θεοῦ δι’ ἡμᾶς καθ’ ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι «ὅμοιοι αὐτῷἐσόμεθα», ὥς φησιν Ἰωάννης ὁ θεολόγος ἐν τῇ καθολικῇἐπιστολῇ.
(3,31.) Τέταρτος τρόπος ὁ κατ’ ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ’ ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἢἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ’ αὐτοῦ ἕκαστος, οὗ αἰσθάνεται ἐνδεῶς ἔχειν καὶὃ ποθεῖ, ῥυσθῆναί τε κακῶν καὶ τυχεῖν ἀγαθῶν.
(3,32.) Πέμπτος τρόπος ὁ τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως· ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες. Καὶ οὗτος ὁ τρόπος τρισσός ἐστιν· ἢ γὰρ κατ’ ἀγάπην λυπεῖταί τις ἢὡς μὴἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν ἢ δεδιὼς τὰς κολάσεις. Καὶἔστιν ὁ μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, ὁ δεύτερος μισθωτικῆς, ὁ δὲ τρίτος δουλικῆς.
(3,33.) Πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ καὶ κατὰ πόσους τρόπους προσάγομεν προσκύνησιν κτίσμασι; Πρῶτον μέν, ἐφ’ οἷς ἀναπέπαυται ὁ θεὸς ὁ μόνος ἅγιος καὶ«ἐν ἁγίοις ἀναπαυόμενος»ὡς τῇἁγίᾳ θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις. Οὗτοι δέ εἰσιν οἱ κατὰ τὸ δυνατὸν ὁμοιωθέντες θεῷἔκ τε τῆς ἑαυτῶν προαιρέσεως καὶ τῆς θεοῦἐνοικήσεως καὶ συνεργίας, οἵτινες καὶ θεοὶ λέγονται ἀληθῶς, οὐ φύσει, ἀλλὰ θέσει, ὡς πῦρ λέγεται ὁ πεπυρακτωμένος σίδηρος, οὐ φύσει, ἀλλὰ θέσει καὶ μεθέξει πυρός· φησὶ γάρ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼἅγιός εἰμι.» Τοῦτο πρῶτον, ἡ προαίρεσις. Εἶτα παντὶ τῷ προαιρουμένῳ τὸἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸἀγαθόν, εἶτα «ἐνοικήσω ἐν αὐτοῖς καὶἐμπεριπατήσω», καὶ «ναοί ἐσμεν θεοῦ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖἐν ἡμῖν», εἶτα «ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», καὶ«ὅσα ποιῶ, καὶὑμεῖς ποιήσετε καὶ μείζονα τούτων ποιήσετε», εἶτα «ζῶἐγώ», λέγει κύριος, «ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω», καὶ«εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν», καὶ«ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.»Ὥσπερ τοίνυν ἀληθῶς εἰσι θεοὶ οὐ φύσει, ἀλλ’ ὡς τοῦ φύσει θεοῦ μέτοχοι, οὕτως εἰσὶ προσκυνητοί, οὐχὶ φύσει, ἀλλ’ ὡς τὸν φύσει προσκυνητὸν ἐν ἑαυτοῖς ἔχοντες, ὥσπερ ὁ πεπυρακτωμένος σίδηρος οὐ φύσει ἐστὶν ἀπρόσιτος ἁφῇ καὶ καυστικός, ἀλλ’ ὡς μετέχων τοῦ φύσει καυστικοῦ. Προσκυνοῦνται οὖν ὡς δεδοξασμένοι ὑπὸ θεοῦ, ὡς ὑπὸ θεοῦ γενόμενοι τοῖς ὑπεναντίοις φοβεροὶ καὶ εὐεργέται τοῖς πίστει προσιοῦσιν οὐχ ὡς φύσει θεοῖς καὶ εὐεργέταις, ἀλλ’ ὡς θεράπουσι καὶ λειτουργοῖς θεοῦ καὶ τὴν ἐξ ἀγάπης πρὸς αὐτὸν εὐμοιρήσασι παρρησίαν. Προσκυνοῦμεν οὖν αὐτοῖς, ἐπειδὴ θεραπεύεται ὁ βασιλεὺς θεωρῶν προσκυνούμενον τὸν ἠγαπημένον αὐτῷ θεράποντα οὐχ ὡς βασιλέα, ἀλλ’ ὡς λειτουργὸν ὑπήκοον καὶ εὐνοϊκὸν φίλον. Καὶ λαμβάνουσι τὰς αἰτήσεις οἱ προσιόντες πίστει, εἴτε τοῦ θεράποντος αἰτοῦντος τοῦτο παρὰ τοῦ βασιλέως, εἴτε τοῦ βασιλέως ἀποδεχομένου τὴν τιμὴν καὶ τὴν πίστιν τοῦ ζητοῦντος παρὰ τοῦ θεράποντος αὐτοῦ· δι’ αὐτὸν γὰρ ᾔτησεν. Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν ἰάσεων. Οὕτως ἡ σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰἰάματα. Ὅσοι δὲἀνταρτικῶς καὶἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι. Καὶὅσοι καταφρονητικῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται. Καὶ μαρτυροῦσιν οἱ παῖδες οἱἘλισσαίου καταφρονητικῶς καταβοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι.
(3,34.) Δεύτερος τρόπος, καθ’ ὃν προσκυνοῦμεν κτίσματα, δι’ ὧν καὶἐν οἷς ἐνήργησεν ὁ θεὸς τὴν
σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα, τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστάσεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸὄλβιον τέμενος. Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦἅγιον καὶ πᾶν, ἐφ’ ᾧ θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι’ αὐτῶν καὶἐν αὐτοῖς ηὐδόκησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι. Καὶἀγγέλους γὰρ καὶἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μουσέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν. Οὐ προσκυνῶἸουδαίοις· οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι. «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου», φησὶν ὁ Δαυίδ, «καὶ τόπον σκηνώματος δόξης σου,» καὶ«προσκυνήσατε εἰς τὸν τόπον, οὗἔστησαν οἱ πόδες αὐτοῦ», καὶ«προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ.»Ὄρος ἅγιον ἔμψυχον θεοῦἡἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱἀπόστολοι· «τὰὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶὡς ἀρνία προβάτων.»
(3,35.) Τρίτος τρόπος, καθ’ ὃν προσκυνοῦμεν τὰ τῷ θεῷἀνακείμενα, τὰἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους· «ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» Δίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τράπεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια· ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ.
(3,36.) Τέταρτος τρόπος, καθ’ ὃν προσκυνοῦνται αἱ εἰκόνες αἱὀφθεῖσαι τοῖς προφήταις (ἐν εἰκονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ἡῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς παρθένου μυστήριον καὶἡ στάμνος καὶἡ τράπεζα· καὶἸακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸἄκρον τῆς ῥάβδου, τύπος δὲἦν τοῦ σωτῆρος. Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον· αὐτὴ γὰρ ἡ σκηνὴ εἰκὼν ἦν παγκόσμιος («ὅρα» γάρ, φησὶ τῷ Μωσῇ, «τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷὄρει») καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν. Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου τὸὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων.
(3,37.) Πέμπτος τρόπος, καθ’ ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦἔχουσι καὶ κατ’ εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης.
(3,38.) Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶἐξουσίαις ὄντων («ἀπόδοτε» γάρ, φησί, «πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν»), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳἀδελφῷ καὶ Φαραὼὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι προσεκύνησεν.
(3,39.) Ἕβδομος τρόπος, καθ’ ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ διπλοῦν ὠνήσατο σπήλαιον.
(3,40.) Καὶἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν ἡ προσκύνησις σύμβολον ὑποπτώσεώς
τε καὶ ταπεινώσεως, ἀλλ’ οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲὀφειλὴν ἀπονέμειν διὰ τὸν κύριον.
(3,41.) Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέργεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται. Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς ἐκκλησίας μὴ μεταίροντες ὅρια, ἃἔθεντο οἱἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶἀποστολικῆς ἐκκλησίας· εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται. Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς. Δέξασθε αὐτὴν δι’ ἐμοῦ πρεσβεύουσαν. Μάθετε, τί φησι περὶ αὐτῆς ὁ θεός· «Ὅλη εἶ καλή, ἡ πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος.» Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷὡς φύσει προσκυνητῷ θεῷ. Προσκυνήσωμεν καὶ τῇἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ’ ὡς μητρὶ θεοῦ κατὰ σάρκα. Ἔτι προσκυνήσωμεν καὶ τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν. Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶἀσεβέσι καὶἁμαρτωλοῖς καὶ τοῖς ὑπ’ αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ τὸ θεῖον τοῦἀποστόλου λόγιον· «Ἀρχαῖς καὶἐξουσίαις ὑποτάσσεσθε», καὶ«ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον», καὶ«ἀπόδοτε τὰ καίσαρος καίσαρι», ὥς φησιν ὁ κύριος, «καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατασταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς («καταστήσεις γὰρ αὐτούς», φησὶν ὁ Δαυίδ, «ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν»), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λαβοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρτον καὶἀκατάλυτον, ὧν ἡ σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα· σκιογραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον. Ἀδελφοί, ὁ χριστιανὸς πίστις ἐστίν· ὁ οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά, «ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶῥιπιζομένῳ», ὃς οὐ μὴ λήψεται οὐδέν· πάντες γὰρ οἱἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ θεῷ. Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴἐν πολλοῖς λογισμοῖς· ὁ θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲἐζήτησαν λογισμοὺς πολλούς. Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι’ αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», καθώς φησιν ὁ θεῖος Βασίλειος.
(3,42.) Ὑμᾶς δέ, ὦἱερώτατον τοῦ Χριστοῦ ποίμνιον, ὁ χριστώνυμος λαός, τὸἔθνος τὸἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦἀναστάσεως καὶ καταξιώσαι ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκάλων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δόξης αὐτοῦἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷἀνάρχῳ πατρί, ᾧἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.